previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[53]

εὐτελεῖς δὲ κατὰ τὴν δίαιταν Ἰνδοὶ πάντες, μᾶλλον δ᾽ ἐν ταῖς στρατείαις: οὐδ᾽ ὄχλῳ περιττῷ χαίρουσι, διόπερ εὐκοσμοῦσι. πλείστη δ᾽ ἐκεχειρία περὶ τὰς κλοπάς: γενόμενος γοῦν ἐν τῷ Σανδροκόττου στρατοπέδῳ φησὶν Μεγασθένης, τετταράκοντα μυριάδων πλήθους ἱδρυμένου μηδεμίαν ἡμέραν ἰδεῖν ἀνηνεγμένα [p. 988] κλέμματα πλειόνων διακοσίων δραχμῶν ἄξια, ἀγράφοις καὶ ταῦτα νόμοις χρωμένοις. οὐδὲ γὰρ γράμματα εἰδέναι αὐτούς, ἀλλ᾽ ἀπὸ μνήμης ἕκαστα διοικεῖσθαι: εὐπραγεῖν δ᾽ ὅμως διὰ τὴν ἁπλότητα καὶ τὴν εὐτέλειαν: οἶνόν τε γὰρ οὐ πίνειν ἀλλ᾽ ἐν θυσίαις μόνον, πίνειν δ᾽ ἀπ᾽ ὀρύζης ἀντὶ κριθίνων συντιθέντας: καὶ σιτία δὲ τὸ πλέον ὄρυζαν εἶναι ῥοφητήν. καὶ ἐν τοῖς νόμοις δὲ καὶ συμβολαίοις τὴν ἁπλότητα ἐλέγχεσθαι ἐκ τοῦ μὴ πολυδίκους εἶναι: οὔτε γὰρ ὑποθήκης οὔτε παρακαταθήκης εἶναι δίκας, οὐδὲ μαρτύρων οὐδὲ σφραγίδων αὐτοῖς δεῖν, ἀλλὰ πιστεύειν παραβαλλομένους: καὶ τὰ οἴκοι δὲ τὸ πλέον ἀφρουρεῖν. ταῦτα μὲν δὴ σωφρονικά, τἆλλα δ᾽ οὐκ ἄν τις ἀποδέξαιτο, τὸ μόνους διαιτᾶσθαι ἀεὶ καὶ τὸ μὴ μίαν εἶναι πᾶσιν ὥραν κοινὴν δείπνου τε καὶ ἀρίστου, ἀλλ᾽ ὅπως ἑκάστῳ φίλον: πρὸς γὰρ τὸν κοινωνικὸν καὶ τὸν πολιτικὸν βίον ἐκείνως κρεῖττον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: