previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[33]

εἰ δὲ Φοίνικας εἰπὼν ὀνομάζει καὶ Σιδωνίους τὴν μητρόπολιν αὐτῶν σχήματι συνήθει χρῆται, ὡςΤρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,’ καίοὐ γὰρ ἔτ᾽ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδ᾽ ἄρ᾽ ἔτ᾽ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος,’ καίἼδην δ᾽ ἵκανεν καὶ Γάργαρον,’ καίοἳ δ᾽ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τ᾽ Εἰρέτριάν τε.’ καὶ Σαπφώ σε Κύπρος Πάφος Πάνορμος.’ καίτοι καὶ ἄλλο τι ἦν τὸ ποιῆσαν καίπερ ἤδη μνησθέντα τῆς Φοινίκης ἰδίως πάλιν καὶ τὴν Σιδῶνα συγκαταλέξαι.1 πρὸς μὲν γὰρ τὸ τὰ ἐφεξῆς ἔθνη καταλέξαι ἱκανῶς εἶχεν οὕτως εἰπεῖνΚύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπάς θ᾽ ἱκόμην:’ ἵνα δ᾽ ἐμφήνῃ καὶ τὴν παρὰ τοῖς Σιδωνίοις ἀποδημίαν τὴν ἐπὶ πλέον γενομένην, καλῶς εἶχεν εἴτ᾽ ἀναλαβεῖν εἴτε καὶ παραλαβεῖν: ἐμφαίνει δὲ διὰ τῶν ἐπαίνων τῆς παρ᾽ αὐτοῖς εὐτεχνίας καὶ τοῦ τὴν Ἑλένην προεξενῶσθαι τοῖς ἀνθρώποις μετὰ Ἀλεξάνδρου: διόπερ παρὰ τῷ Ἀλεξάνδρῳ πολλὰ τοιαῦτα ἀποκείμενα [p. 53] λέγειἔνθ᾽ ἔσαν οἱ πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν Σιδονίων, ἃς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν τὴν ὁδόν, ἣν Ἑλένην περ ἀνήγαγε:’ καὶ παρὰ τῷ Μενελάῳ: λέγει γὰρ πρὸς Τηλέμαχονδώσω τοι κρητῆρα τετυγμένον: ἀργύρεος δὲ ἐστὶν ἅπας, χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράανται. ἄργον δ᾽ Ἡφαίστοιο: πόρεν δέ φαίδιμος ἥρως Σιδονίων βασιλεύς, ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε κεῖσέ με νοστήσαντα.’ δεῖ δὲ δέξασθαι πρὸς ὑπερβολὴν εἰρημένον τὸ Ἡφαίστου ἔργον, ὡς λέγεται Ἀθηνᾶς ἔργα τὰ καλὰ καὶ Χαρίτων καὶ Μουσῶν. ἐπεὶ ὅτι γε οἱ ἄνδρες ἦσαν καλλίτεχνοι, δηλοῖ τὸν κρατῆρα ἐπαινῶν, ὃν Εὔνεως ἔδωκεν ἀντὶ Λυκάονος: φησὶ γάρκάλλει ἐνίκα πᾶσαν ἐπ᾽ αἶαν πολλόν: ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, Φοίνικες δ᾽ ἄγον ἄνδρες.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: