previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[12]

῾ο δὲ ποιητὴς πολύφωνός τις ὢν καὶ πολυίστωρ δίδωσιν ἀφορμὰς ὡς οὐδὲ τούτων ἀνήκοός ἐστι τῶν τόπων, εἴ τις ὀρθῶς συλλογίζεσθαι βούλοιτο ἀπ᾽ ἀμφοῖν, τῶν τε χεῖρον λεγομένων περὶ αὐτῶν καὶ τῶν ἄμεινον καὶ ἀληθέστερον. χεῖρον μέν, ὅτι πρὸς δύσιν ἐσχάτη ἤκουεν αὕτη, ὅπου, καθάπερ αὐτός φησιν, εἰς τὸν ὠκεανὸν ἐμπίπτειλαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.’ δὲ νὺξ ὅτι δύσφημον καὶ τῷ Ἅιδῃ πλησιάζον1, δὲ Ἅιδης τῷ Ταρτάρῳ, εἰκάζοι ἄν τις ἀκούοντα περὶ Ταρτησσοῦ τὸν Τάρταρον ἐκεῖθεν παρονομάσαι τὸν ἔσχατον τῶν ὑποχθονίων τόπων, προσθεῖναι δὲ καὶ μῦθον τὸ ποιητικὸν σώζοντα. καθάπερ καὶ τοὺς Κιμμερίους εἰδὼς ἐν βορείοις καὶ ζοφεροῖς οἰκήσαντας τόποις τοῖς κατὰ τὸν Βόσπορον ἵδρυσεν αὐτοὺς πρὸς τῷ Ἅιδῃ, τάχα καὶ κατά τι κοινὸν τῶν Ἰώνων ἔχθος πρὸς τὸ φῦλον τοῦτο: καὶ γὰρ καθ᾽ Ὅμηρον μικρὸν πρὸ αὐτοῦ λέγουσι τὴν τῶν Κιμμερίων ἔφοδον γενέσθαι τὴν μέχρι τῆς Αἰολίδος καὶ τῆς Ἰωνίας. ταῖς δὲ Κυανέαις ἐποίησε παραπλησίως τὰς Πλαγκτάς, ἀεὶ τοὺς μύθους ἀπό τινων ἱστοριῶν ἐνάγων. χαλεπὰς γάρ τινας μυθεύει πέτρας, [p. 202] καθάπερ τὰς Κυανέας φασίν, ἐξ οὗ καὶ Συμπληγάδες καλοῦνται: διόπερ καὶ τὸν Ἰάσονος παρέθηκε δι᾽ αὐτῶν πλοῦν: καὶ κατὰ τὰς στήλας δὲ πορθμὸς καὶ κατὰ Σικελίαν ὑπηγόρευον αὐτῷ τὸν περὶ τῶν Πλαγκτῶν μῦθον. πρὸς μὲν δὴ τὸ χεῖρον ἀπὸ τῆς τοῦ Ταρτάρου μυθοποιίας αἰνίττοιτό τις ἂν τὴν τῶν τόπων μνήμην τῶν περὶ Ταρτησσόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: