previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8] εἷς μὲν δὴ Ἴναχός ἐστιν διαρρέων τὴν Ἀργείαν: ἄλλος δὲ ποταμὸς Ἐρασῖνος ἐν τῇ Ἀργείᾳ ἐστίν: οὗτος δὲ τὰς ἀρχὰς ἐκ Στυμφάλου τῆς Ἀρκαδίας λαμβάνει καὶ τῆς ἐκεῖ λίμνης τῆς καλουμένης Στυμφαλίδος, ἐν τὰς ὄρνεις μυθολογοῦσι τὰς ὑπὸ τοῦ Ἡρακλέους τοξεύμασι καὶ τυμπάνοις ἐξελαθείσας, ἃς καὶ αὐτὰς καλοῦσι Στυμφαλίδας: δύντα δ᾽ ὑπὸ γῆς φασὶ τὸν ποταμὸν τοῦτον ἐκπίπτειν εἰς τὴν Ἀργείαν καὶ ποιεῖν ἐπίρρυτον τὸ πεδίον1: ῥεῖ δὲ καὶ ἄλλος ὁμώνυμος ἐκ τῆς Ἀρκαδίας εἰς τὸν κατὰ Βοῦραν αἰγιαλόν: ἄλλος δ᾽ ἐστὶν Ἐρετρικός, καὶ ἐν τῇ Ἀττικῇ κατὰ Βραυρῶνα. δείκνυται δὲ καὶ Ἀμυμώνη τις κρήνη κατὰ Λέρνην. δὲ Λέρνη λίμνη τῆς Ἀργείας ἐστὶ καὶ τῆς Μυκηναίας, ἐν τὴν Ὕδραν ἱστοροῦσι: διὰ δὲ τοὺς γινομένους καθαρμοὺς ἐν αὐτῇ παροιμία τις ἐξέπεσεΛέρνη κακῶν.’ τὴν μὲν οὖν χώραν συγχωροῦσιν εὐυδρεῖν, αὐτὴν δὲ τὴν πόλιν ἐν ἀνύδρῳ χωρίῳ κεῖσθαι, φρεάτων δ᾽ εὐπορεῖν, ταῖς Δαναΐσιν ἀνάπτουσιν, ὡς ἐκείνων [p. 527] ἐξευρουσῶν, ἀφ᾽ οὗ καὶ τὸ ἔπος εἰπεῖν τοῦτοἌργος ἄνυδρον ἐὸν Δανααὶ θέσαν Ἄργος ἔνυδρον,
2 τῶν δὲ φρεάτων τέτταρα καὶ ἱερὰ ἀποδειχθῆναι καὶ τιμᾶσθαι διαφερόντως, ἐν εὐπορίᾳ ὑδάτων ἀπορίαν εἰσάγοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: