previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[22] ὁμορεῖ δὲ τῇ Κυρηναίᾳ τὸ σίλφιον φέρουσα καὶ τὸν ὀπὸν τὸν Κυρηναῖον, ὃν ἐκφέρει τὸ σίλφιον ὀπισθέν: ἐγγὺς δ᾽ ἦλθε τοῦ ἐκλιπεῖν ἐπελθόντων τῶν βαρβάρων κατὰ ἔχθραν τινὰ καὶ φθειράντων τὰς ῥίζας τοῦ φυτοῦ: εἰσὶ δὲ νομάδες.

ἄνδρες δ᾽ ἐγένοντο γνώριμοι Κυρηναῖοι [p. 1169] Ἀρίστιππός τε Σωκρατικός, ὅστις καὶ τὴν Κυρηναϊκὴν κατεβάλετο φιλοσοφίαν, καὶ θυγάτηρ Ἀρήτη τοὔνομα, ἥπερ διεδέξατο τὴν σχολήν, καὶ ταύτην πάλιν διαδεξάμενος υἱὸς Ἀρίστιππος κληθεὶς Μητροδίδακτος, καὶ Ἀννίκερις δοκῶν ἐπανορθῶσαι τὴν Κυρηναϊκὴν αἵρεσιν καὶ παραγαγεῖν ἀντ᾽ αὐτῆς τὴν Ἀννικερείαν. Κυρηναῖος δ᾽ ἐστὶ καὶ Καλλίμαχος καὶ Ἐρατοσθένης, ἀμφότεροι τετιμημένοι παρὰ τοῖς Αἰγυπτίων βασιλεῦσιν, μὲν ποιητὴς ἅμα καὶ περὶ γραμματικὴν ἐσπουδακώς, δὲ καὶ ταῦτα καὶ περὶ φιλοσοφίαν καὶ τὰ μαθήματα εἴ τις ἄλλος διαφέρων. ἀλλὰ μὴν καὶ Καρνεάδηςοὗτος δὲ τῶν ἐξ Ἀκαδημίας ἄριστος φιλοσόφων ὁμολογεῖταικαὶ Κρόνος δὲ Ἀπολλώνιος ἐκεῖθέν ἐστιν, τοῦ διαλεκτικοῦ Διοδώρου διδάσκαλος τοῦ καὶ αὐτοῦ Κρόνου προσαγορευθέντος, μετενεγκάντων τινῶν τὸ τοῦ διδασκάλου ἐπίθετον ἐπὶ τὸν μαθητήν.

μετὰ δὲ τὴν Ἀπολλωνίαν ἐστὶν λοιπὴ τῶν Κυρηναίων παραλία μέχρι Καταβαθμοῦ σταδίων δισχιλίων διακοσίων, οὐ πάνυ εὐπαράπλους: καὶ γὰρ λιμένες ὀλίγοι καὶ ὕφορμοι καὶ κατοικίαι καὶ ὑδρεῖα. τῶν δὲ μάλιστα ὀνομαζομένων κατὰ τὸν παράπλουν τόπων τό τε Ναύσταθμόν ἐστι καὶ τὸ Ζεφύριον πρόσορμον ἔχον καὶ ἄλλο Ζεφύριον καὶ ἄκρα Χερρόνησος λιμένα ἔχουσα: κεῖται δὲ κατὰ * κύκλον τῆς Κρήτης ἐν διάρματι χιλίων καὶ πεντακοσίων σταδίων νότῳ: εἶτα Ἡράκλειόν τι ἱερὸν καὶ ὑπὲρ αὐτοῦ κώμη Παλίουρος: εἶτα λιμὴν Μενέλαος καὶ Ἀρδανὶς ἄκρα ταπεινὴ ὕφορμον ἔχουσα: εἶτα μέγας λιμὴν καθ᾽ ὃν ἐν τῇ Κρήτῃ Χερρόνησος ἵδρυται, δισχιλίων που σταδίων δίαρμα ἀπολείπουσα μεταξύ: ὅλη γὰρ σχεδόν τι τῇ παραλίᾳ ταύτῃ ἀντίκειται παράλληλος Κρήτη στενὴ καὶ μακρά. μετὰ δὲ τὸν μέγαν λιμένα ἄλλος λιμὴν Πλυνός, καὶ ὑπὲρ αὐτὸν [p. 1170] Τετραπυργία. καλεῖται δὲ τόπος Κατάβαθμος: μέχρι δεῦρο Κυρηναία. τὸ δὲ λοιπὸν ἤδη μέχρι Παραιτονίου κἀκεῖθεν εἰς Ἀλεξάνδρειαν1 εἴρηται ἡμῖν ἐν τοῖς Αἰγυπτιακοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: