previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[24]

περὶ μὲν οὖν τῆς κοίλης Ἤλιδος καὶ τοῦ Βουπρασίου τὰ λεχθέντα ὑφ᾽ Ὁμήρου προεπέσκεπται ἡμῖν. περὶ δὲ τῆς ὑπὸ τῷ Νέστορι οὕτω φησίνοἳ δὲ Πύλον τ᾽ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθα τε Μοῦσαι
ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς,
Οἰχαλίηθεν ἰόντα παρ᾽ Εὐρύτου Οἰχαλιῆος.
1Πύλος μὲν οὖν ἔστι περὶ ἧς ζήτησις: αὐτίκα δ᾽ ἐπισκεψόμεθα περὶ αὐτῆς. περὶ δὲ τῆς Ἀρήνης εἴρηται: ἣν δὲ λέγει νῦν Θρύον, ἐν ἄλλοις καλεῖ Θρυόεσσανἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
τηλοῦ ἐπ᾽ Ἀλφειῷ.
2Ἀλφειοῦ δὲ πόρον φησίν, ὅτι πεζῇ περατὸς εἶναι δοκεῖ κατὰ τοῦτον τὸν τόπον: καλεῖται δὲ νῦν Ἐπιτάλιον τῆς Μακιστίας χωρίον. τὸ εὔκτιτον δ᾽ Αἶπυ ἔνιοι μὲν ζητοῦσι πότερον ποτέρου ἐπίθετον, καὶ τίς πόλις, καὶ εἰ αἱ νῦν Μαργάλαι τῆς Ἀμφιδολίας: αὗται μὲν οὖν οὐ φυσικὸν ἔρυμα, [p. 497] ἕτερον δὲ δείκνυται φυσικὸν ἐν τῇ Μακιστίᾳ. μὲν οὖν τοῦθ᾽ ὑπονοῶν φράζεσθαι ὄνομά φησι τῆς πόλεως τὸ Αἶπυ ἀπὸ τοῦ συμβεβηκότος φυσικῶς, ὡς Ἕλος καὶ Αἰγιαλὸν καὶ ἄλλα πλείω: δὲ τὴν Μαργάλαν τοὔμπαλιν ἴσως. Θρύον δὲ καὶ Θρυόεσσαν τὸ Ἐπιτάλιόν φασιν, ὅτι πᾶσα μὲν αὕτη χώρα θρυώδης, μάλιστα δ᾽ οἱ ποταμοί: ἐπὶ πλέον δὲ διαφαίνεται τοῦτο κατὰ τοὺς περατοὺς τοῦ ῥείθρου τόπους. τάχα δέ φασι Θρύον μὲν εἰρῆσθαι τὸν πόρον, εὔκτιτον δ᾽ Αἶπυ τὸ Ἐπιτάλιον: ἔστι γὰρ ἐρυμνὸν φύσει: καὶ γὰρ ἐν ἄλλοις αἰπεῖαν κολώνην λέγειἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
τηλοῦ ἐπ᾽ Ἀλφειῷ, πυμάτη Πύλου ἠμαθόεντος.
3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: