previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[27]

εἶτα τὸ Γαλλήσιον ὄρος καὶ Κολοφὼν πόλις Ἰωνικὴ καὶ τὸ πρὸ αὐτῆς ἄλσος τοῦ Κλαρίου Ἀπόλλωνος, ἐν καὶ μαντεῖόν ἐστι παλαιόν. λέγεται δὲ Κάλχας μάντις μετ᾽ Ἀμφιλόχου τοῦ Ἀμφιαράου κατὰ τὴν ἐκ Τροίας ἐπάνοδον πεζῇ δεῦρο ἀφικέσθαι, περιτυχὼν δ᾽ ἑαυτοῦ κρείττονι μάντει κατὰ τὴν Κλάρον, Μόψῳ τῷ Μαντοῦς τῆς Τειρεσίου θυγατρός, διὰ λύπην [p. 897] ἀποθανεῖν. Ἡσίοδος μὲν οὖν οὕτω πως διασκευάζει τὸν μῦθον: προτεῖναι γάρ τι τοιοῦτο τῷ Μόψῳ τὸν Κάλχανταθαῦμά μ᾽ ἔχει κατὰ θυμόν, ὅσους ἐρινειὸς ὀλύνθους
οὗτος ἔχει μικρός περ ἐών: εἴποις ἂν ἀριθμόν;
τὸν δ᾽ ἀποκρίνασθαιμύριοί εἰσιν ἀριθμόν, ἀτὰρ μέτρον γε μέδιμνος:
εἷς δὲ περισσεύει, τὸν ἐπενθέμεν οὔ κε δύναιο.
ὣς φάτο: καί σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου.
καὶ τότε δὴ Κάλχανθ᾽ ὕπνος θανάτοιο κάλυψε.
1 Φερεκύδης δέ φησιν ὗν προβαλεῖν ἔγκυον τὸν Κάλχαντα πόσους ἔχει χοίρους, τὸν δ᾽ εἰπεῖν ὅτι τρεῖς, ὧν ἕνα θῆλυν: ἀληθεύσαντος δ᾽ ἀποθανεῖν ὑπὸ λύπης. οἱ δὲ τὸν μὲν Κάλχαντα προβαλεῖν τὴν ὗν φασι τὸν δὲ ἐρινεόν, καὶ τὸν μὲν εἰπεῖν τἀληθὲς τὸν δὲ μή, ἀποθανεῖν δὲ ὑπὸ λύπης καὶ κατά τι λόγιον. λέγει δ᾽ αὐτὸ Σοφοκλῆς ἐν Ἑλένης ἀπαιτήσει ὡς εἱμαρμένον εἴη ἀποθανεῖν, ὅταν κρείττονι ἑαυτοῦ μάντει περιτύχῃ: οὗτος δὲ καὶ εἰς Κιλικίαν μεταφέρει τὴν ἔριν καὶ τὸν θάνατον τοῦ Κάλχαντος. τὰ μὲν παλαιὰ τοιαῦτα.

1 Hes. fr. 160 (Rzach)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: