previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[36]

εἴρηται δὲ περὶ τούτων διὰ πλειόνων ἐν τῷ πρώτῳ ὑπομνήματι τῆς γεωγραφίας, καὶ νῦν δ᾽ ἐπὶ τοσοῦτον ὑπομνηστέον τὸ τῆς φύσεως ἅμα καὶ τὸ τῆς προνοίας ἔργον εἰς ἓν συμφέροντας: τὸ μὲν τῆς φύσεως, ὅτι τῶν πάντων ὑφ᾽ ἓν συννευόντων τὸ τοῦ ὅλου μέσον καὶ σφαιρουμένων περὶ τοῦτο, τὸ μὲν πυκνότατον καὶ μεσαίτατόν ἐστιν γῆ, τὸ δ᾽ ἧττον τοιοῦτον καὶ ἐφεξῆς τὸ ὕδωρ, ἑκάτερον δὲ σφαῖρα, μὲν στερεά, δὲ κοίλη ἐντὸς ἔχουσα τὴν γῆν: τὸ δὲ τῆς προνοίας, ὅτι βεβούληται καὶ αὐτὴ ποικίλτριά τις οὖσα καὶ μυρίων ἔργων δημιουργὸς ἐν τοῖς πρώτοις ζῷα γεννᾶν ὡς πολὺ διαφέροντα τῶν ἄλλων καὶ τούτων τὰ κράτιστα θεούς τε καὶ ἀνθρώπους, ὧν ἕνεκεν καὶ τὰ ἄλλα συνέστηκε. τοῖς μὲν οὖν θεοῖς ἀπέδειξε τὸν οὐρανὸν τοῖς δ᾽ ἀνθρώποις τὴν γῆν, τὰ ἄκρα τῶν τοῦ κόσμου μερῶν: ἄκρα δὲ τῆς σφαίρας τὸ μέσον καὶ τὸ ἐξωτάτω. ἀλλ᾽ ἐπειδὴ τῇ γῇ περίκειται τὸ ὕδωρ, οὐκ ἔστι δ᾽ ἔνυδρον ζῷον ἄνθρωπος, ἀλλὰ χερσαῖον καὶ ἐναέριον καὶ πολλοῦ κοινωνικὸν φωτός, ἐποίησεν [p. 1130] ἐξοχὰς ἐν τῇ γῇ πολλὰς καὶ εἰσοχάς, ὥστ᾽ ἐν αἷς μὲν ἀπολαμβάνεσθαι τὸ σύμπαν καὶ τὸ πλέον ὕδωρ ἀποκρύπτον τὴν ὑπ᾽ αὐτῷ γῆν, ἐν αἷς δ᾽ ἐξέχειν τὴν γῆν ἀποκρύπτουσαν ὑφ᾽ ἑαυτῇ τὸ ὕδωρ, πλὴν ὅσον χρήσιμον τῷ ἀνθρωπείῳ γένει καὶ τοῖς περὶ αὐτὸ ζῴοις καὶ φυτοῖς. ἐπεὶ δ᾽ ἐν κινήσει συνεχεῖ τὰ σύμπαντα καὶ μεταβολαῖς μεγάλαιςοὐ γὰρ οἷόν τε ἄλλως τὰ τοιαῦτα καὶ τοσαῦτα καὶ τηλικαῦτα ἐν τῷ κόσμῳ διοικεῖσθαι), ὑποληπτέον μήτε τὴν γῆν ἀεὶ συμμένειν οὕτως ὥστ᾽ ἀεὶ τηλικαύτην εἶναι μηδὲν προστιθεῖσαν ἑαυτῇ μηδ᾽ ἀφαιροῦσαν, μήτε τὸ ὕδωρ, μηδὲ τὴν ἕδραν ἔχειν τὴν αὐτὴν ἑκάτερον, καὶ ταῦτα εἰς ἄλληλα φυσικωτάτης οὔσης καὶ ἐγγυτάτω τῆς μεταπτώσεως, ἀλλὰ καὶ τῆς γῆς πολλὴν εἰς ὕδωρ μεταβάλλειν, καὶ τῶν ὑδάτων πολλὰ χερσοῦσθαι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐν τῇ γῇ, καθ᾽ ἣν αὐτὴν τοσαῦται διαφοραί: μὲν γὰρ εὔθρυπτος δὲ στερεὰ καὶ πετρώδης καὶ σιδηρῖτις καὶ οὕτως ἐπὶ τῶν ἄλλων. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ὑγρᾶς οὐσίας, μὲν ἁλμυρὶς δὲ γλυκεῖα καὶ πότιμος, δὲ φαρμακώδης καὶ σωτήριος καὶ ὀλέθριος καὶ ψυχρὰ καὶ θερμή. τί οὖν θαυμαστὸν εἴ τινα μέρη τῆς γῆς νῦν οἰκεῖται θαλάττῃ πρότερον κατείχετο, τὰ δὲ νῦν πελάγη πρότερον ᾠκεῖτο; καθάπερ καὶ πηγὰς τὰς πρότερον ἐκλιπεῖν συνέβη, τὰς δ᾽ ἀνεῖσθαι, καὶ ποταμοὺς καὶ λίμνας, οὕτω δὲ καὶ ὄρη καὶ πεδία εἰς ἄλληλα μεταπίπτειν: περὶ ὧν καὶ πρότερον εἰρήκαμεν πολλὰ καὶ νῦν εἰρήσθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: