previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[10]

συγγενῆ δὲ καὶ τούτοις καὶ τοῖς κατὰ τὴν Σικελίαν πάθεσι τὰ περὶ τὰς Λιπαραίων νήσους καὶ αὐτὴν τὴν Λιπάραν δείκνυται. εἰσὶ δ᾽ ἑπτὰ μὲν τὸν ἀριθμόν, μεγίστη δὲ Λιπάρα Κνιδίων ἄποικος ἐγγυτάτω τῆς Σικελίας κειμένη μετά γε τὴν Θέρμεσσαν: ἐκαλεῖτο δὲ πρότερον Μελιγουνίς: ἡγήσατο δὲ καὶ στόλῳ καὶ πρὸς τὰς τῶν Τυρρηνῶν ἐπιδρομὰς πολὺν χρόνον ἀντέσχεν, ὑπηκόους ἔχουσα τὰς νῦν λεγομένας Λιπαραίων νήσους ἃς Αἰόλου τινὲς προσαγορεύουσι. καὶ δὴ καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκόσμησε πολλάκις τὸ ἐν Δελφοῖς ἀπὸ τῶν ἀκροθινίων: ἔχει δὲ καὶ τὴν γῆν εὔκαρπον καὶ στυπτηρίας μέταλλον ἐμπρόσοδον καὶ θερμὰ ὕδατα καὶ πυρὸς ἀναπνοάς. ταύτης δὲ μεταξύ πώς ἐστι καὶ τῆς Σικελίας ἣν νῦν ἱερὰν Ἡφαίστου καλοῦσι, [p. 379] πετρώδης πᾶσα καὶ ἔρημος καὶ διάπυρος: ἔχει δὲ ἀναπνοὰς τρεῖς ὡς ἂν ἐκ τριῶν κρατήρων. ἐκ δὲ τοῦ μεγίστου καὶ μύδρους αἱ φλόγες ἀναφέρουσιν, οἳ προσκεχώκασιν ἤδη πολὺ μέρος τοῦ πόρου. ἐκ δὲ τῆς τηρήσεως πεπίστευται διότι τοῖς ἀνέμοις συμπαροξύνονται καὶ αἱ φλόγες αἵ τε ἐνταῦθα καὶ αἱ κατὰ τὴν Αἴτνην, παυομένων δὲ παύονται καὶ αἱ φλόγες. οὐκ ἄλογον δέ: καὶ γὰρ οἱ ἄνεμοι γεννῶνται καὶ τρέφονται τὴν ἀρχὴν λαβόντες ἀπὸ τῶν ἐκ τῆς θαλάττης ἀναθυμιάσεων, ὥστ᾽ ἀπὸ συγγενοῦς ὕλης καὶ πάθους καὶ τὸ πῦρ ἐξαπτόμενον οὐκ ἐᾷ θαυμάζειν τοὺς ὁρῶντας ἀμωσγέπως τὰ τοιάδε. Πολύβιος δὲ τῶν τριῶν κρατήρων τὸν μὲν κατερρυηκέναι φησὶν ἐκ μέρους, τοὺς δὲ συμμένειν, τὸν δὲ μέγιστον τὸ χεῖλος ἔχειν περιφερὲς ὂν πέντε σταδίων, κατ᾽ ὀλίγον δὲ συνάγεσθαι εἰς πεντήκοντα ποδῶν διάμετρον: καθ᾽ οὗ βάθος εἶναι τὸ μέχρι θαλάττης σταδιαῖον, ὥστε καθορᾶν ταῖς νηνεμίαις1. ἐὰν μὲν οὖν νότος μέλλῃ πνεῖν, ἀχλὺν ὁμιχλώδη καταχεῖσθαι κύκλῳ φησὶ τῆς νησῖδος ὥστε μηδὲ τὴν Σικελίαν ἄπωθεν φαίνεσθαι: ὅταν δὲ βορέας, φλόγας καθαρὰς ἀπὸ τοῦ λεχθέντος κρατῆρος εἰς ὕψος ἐξαίρεσθαι καὶ βρόμους ἐκπέμπεσθαι μείζους: τὸν δὲ ζέφυρον μέσην τινὰ ἔχειν τάξιν. τοὺς δ᾽ ἄλλους κρατῆρας ὁμοειδεῖς μὲν εἶναι, τῇ δὲ βίᾳ λείπεσθαι τῶν ἀναφυσημάτων: ἔκ τε δὴ τῆς διαφορᾶς τῶν βρόμων καὶ ἐκ τοῦ πόθεν ἄρχεται τὰ ἀναφυσήματα καὶ αἱ φλόγες καὶ αἱ λιγνύες προσημαίνεσθαι καὶ τὸν εἰς ἡμέραν τρίτην πάλιν μέλλοντα ἄνεμον πνεῖν: τῶν γοῦν ἐν Λιπάραις γενομένης ἀπλοίας προειπεῖν τινάς φησι τὸν ἐσόμενον ἄνεμον καὶ μὴ διαψεύσασθαι. ἀφ᾽ οὗ δὴ τὸ μυθωδέστατον δοκοῦν [p. 380] εἰρῆσθαι τῷ ποιητῇ οὐ μάτην φαίνεσθαι λεχθέν, ἀλλ᾽ αἰνιξαμένου τὴν ἀλήθειαν, ὅταν φῇ ταμίαν τῶν ἀνέμων τὸν Αἰόλον: περὶ ὧν ἐμνήσθημεν καὶ πρότερον ἱκανῶς2. ἐπάνιμεν δ᾽ ἐπὶ τὰ ἑξῆς ἀφ᾽ ὧν παρεξέβημεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: