Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:

Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ δὲ τὴν Κρήτην εἰσὶ νῆσοι, Θήρα μὲν ἡ τῶν Κυρηναίων μητρόπολις, ἄποικος Λακεδαιμονίων, καὶ πλησίον ταύτης Ἀνάφη, ἐν ᾗ τὸ τοῦ Αἰγλήτου Ἀπόλλωνος ἱερόν. λέγει δὲ καὶ Καλλίμαχος τοτὲ μὲν οὕτως“ Αἰγλήτην Ἀνάφην τε Λακωνίδι γείτονα Θήρῃ,
”1τοτὲ δὲ τῆς Θήρας μνησθείς“ μήτηρ εὐίππου πατρίδος ἡμετέρης.
”2ἔστι δὲ μακρὰ ἡ Θήρα, διακοσίων οὖσα τὴν περίμετρον σταδίων, κειμένη δὲ κατὰ Δίαν νῆσον τὴν πρὸς Ἡρακλείῳ τῷ Κνωσσίῳ, διέχει δὲ τῆς Κρήτης εἰς ἑπτακοσίους: πλησίον δ᾽ αὐτῆς ἥ τε Ἀνάφη καὶ Θηρασία. ταύτης δ᾽ εἰς ἑκατὸν ἀπέχει νησίδιον Ἴος, ἐν ᾧ κεκηδεῦσθαί τινές φασι τὸν ποιητὴν Ὅμηρον: ἀπὸ δὲ τῆς Ἴου πρὸς ἑσπέραν ἰόντι Σίκινος καὶ Λάγουσα καὶ Φολέγανδρος, ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα: ἐγγὺς δὲ τούτων Κίμωλος, ὅθεν ἡ γῆ ἡ Κιμωλία: ἔνθεν ἡ Σίφνος ἐν ὄψει ἐστίν, ἐφ᾽ ᾗ λέγουσι Σίφνιον ἀστράγαλον διὰ τὴν εὐτέλειαν. ἔτι δ᾽ ἐγγυτέρω καὶ τῆς Κιμώλου καὶ τῆς Κρήτης ἡ Μῆλος ἀξιολογωτέρα τούτων, διέχουσα τοῦ Ἑρμιονικοῦ [p. 682] ἀκρωτηρίου τοῦ Σκυλλαίου σταδίους ἑπτακοσίους: τοσούτους δὲ σχεδόν τι καὶ τοῦ Δικτυνναίου: Ἀθηναῖοι δέ ποτε πέμψαντες στρατείαν ἡβηδὸν κατέσφαξαν τοὺς πλείους. αὗται μὲν οὖν ἐν τῷ Κρητικῷ πελάγει, ἐν δὲ τῷ Αἰγαίῳ μᾶλλον αὐτή τε ἡ Δῆλος καὶ αἱ περὶ αὐτὴν Κυκλάδες καὶ αἱ ταύταις προσκείμεναι Σποράδες, ὧν εἰσι καὶ αἱ λεχθεῖσαι περὶ τὴν Κρήτην.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.