previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[16]

τοιούτου δὲ ὄντος τοῦ καθόλου σχήματος, χρήσιμον φαίνεται δύο λαβεῖν εὐθείας, αἳ τέμνουσαι πρὸς [p. 161] ὀρθὰς ἀλλήλας, μὲν διὰ τοῦ μήκους ἥξει τοῦ μεγίστου παντὸς δὲ διὰ τοῦ πλάτους, καὶ μὲν τῶν παραλλήλων ἔσται μία δὲ τῶν μεσημβρινῶν: ἔπειτα ταύταις παραλλήλους ἐπινοοῦντας ἐφ᾽ ἑκάτερα διαιρεῖν κατὰ ταύτας τὴν γῆν καὶ τὴν θάλατταν, χρώμενοι τυγχάνομεν. καὶ γὰρ τὸ σχῆμα μᾶλλον ἂν καταφανὲς γένοιτο ὁποῖον εἰρήκαμεν, κατὰ τὸ μέγεθος τῶν γραμμῶν ἄλλα καὶ ἄλλα μέτρα ἐχουσῶν τῶν τε τοῦ μήκους καὶ τοῦ πλάτους, καὶ τὰ κλίματα ἀποδηλωθήσεται βέλτιον τά τε ἑωθινὰ1 καὶ τὰ ἑσπέρια, ὡς δ᾽ αὕτως τὰ νότια καὶ τὰ βόρεια. ἐπεὶ δὲ διὰ γνωρίμων τόπων λαμβάνεσθαι δεῖ τὰς εὐθείας ταύτας, αἱ μὲν ἐλήφθησαν ἤδη, λέγω δὲ τὰς μέσας δύο τήν τε τοῦ μήκους καὶ τοῦ πλάτους, τὰς λεχθείσας πρότερον, αἱ δ᾽ ἄλλαι ῥᾳδίως γνωρίζοιντ᾽ ἂν διὰ τούτων: τρόπον γάρ τινα στοιχείοις χρώμενοι τούτοις τὰ παράλληλα μέρη στοχαζόμεθα καὶ τὰς ἄλλας σχέσεις τῶν οἰκήσεων τάς τ᾽ ἐπὶ γῆς καὶ πρὸς τὰ οὐράνια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: