previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[45]

᾿επεὶ δ᾽ ἐν τῷ περὶ τῶν θηρευτῶν λόγῳ καὶ περὶ τῶν θηρίων ἐμνήσθημεν ὧν τε Μεγασθένης εἶπε καὶ ἄλλοι, προσθετέον καὶ ταῦτα. μὲν γὰρ Νέαρχος τὸ τῶν ἑρπετῶν θαυμάζει πλῆθος καὶ τὴν κακίαν: ἀναφεύγειν γὰρ ἐκ τῶν πεδίων εἰς τὰς κατοικίας τὰς διαλανθανούσας ἐν ταῖς ἐπικλύσεσι καὶ πληροῦν τοὺς οἴκους: διὰ δὴ τοῦτο καὶ ὑψηλὰς ποιεῖσθαι τὰς κλίνας, ἔστι δ᾽ ὅτε καὶ ἐξοικίζεσθαι πλεονασάντων: εἰ δὲ μὴ τὸ πολὺ τοῦ πλήθους ὑπὸ τῶν ὑδάτων διεφθείρετο, κἂν ἐρημωθῆναι τὴν χώραν. καὶ τὴν μικρότητα δ᾽ αὐτῶν εἶναι χαλεπὴν καὶ τὴν ὑπερβολὴν τοῦ μεγέθους, τὴν μὲν διὰ τὸ δυσφύλακτον τὴν δὲ δι᾽ ἰσχύν, ὅπου καὶ ἑκκαιδεκαπήχεις ἐχίδνας ὁρᾶσθαι: ἐπῳδοὺς δὲ περιφοιτᾶν ἰᾶσθαι πεπιστευμένους, καὶ εἶναι σχεδόν τι μόνην ταύτην ἰατρικήν: μηδὲ γὰρ νόσους εἶναι πολλὰς διὰ τὴν λιτότητα τῆς διαίτης καὶ τὴν ἀοινίαν: εἰ δὲ γένοιντο, ἰᾶσθαι τοὺς σοφιστάς. Ἀριστόβουλος δὲ τῶν θρυλουμένων μεγεθῶν οὐδὲν ἰδεῖν φησιν, ἔχιδναν δὲ μόνον ἐννέα πηχῶν καὶ σπιθαμῆς. καὶ ἡμεῖς δ᾽ ἐν Αἰγύπτῳ κομισθεῖσαν ἐκεῖθεν τηλικαύτην πως εἴδομεν. ἔχεις δὲ πολλούς φησι πολὺ ἐλάττους καὶ ἀσπίδας, σκορπίους δὲ μεγάλους. οὐδὲν δὲ τούτων οὕτως ὀχλεῖν ὡς τὰ λεπτὰ ὀφείδια οὐ μείζω σπιθαμιαίων: εὑρίσκεσθαι γὰρ ἐν σκηναῖς, ἐν σκεύεσιν, ἐν θριγγοῖς ἐγκεκρυμμένα: τοὺς δὲ πληγέντας αἱμορροεῖν ἐκ παντὸς πόρου μετὰ ἐπωδυνίας, ἔπειτα ἀποθνήσκειν, εἰ μὴ βοηθήσει τις εὐθύς: τὴν δὲ βοήθειαν ῥᾳδίαν εἶναι διὰ τὴν ἀρετὴν τῶν Ἰνδικῶν ῥιζῶν καὶ φαρμάκων. κροκοδείλους τε οὔτε πολλοὺς οὔτε βλαπτικοὺς ἀνθρώπων ἐν τῷ Ἰνδῷ φησιν εὑρίσκεσθαι, καὶ τὰ ἄλλα δὲ [p. 985] ζῷα τὰ πλεῖστα τὰ αὐτὰ ἅπερ ἐν τῷ Νείλῳ γεννᾶσθαι πλὴν ἵππου ποταμίου: Ὀνησίκριτος δὲ καὶ τοῦτόν φησι γεννᾶσθαι. τῶν δ᾽ ἐκ θαλάττης φησὶν Ἀριστόβουλος εἰς μὲν τὸν Νεῖλον ἀνατρέχειν μηδὲν ἔξω θρίσσης καὶ κεστρέως καὶ δελφῖνος διὰ τοὺς κροκοδείλους, ἐν δὲ τῷ Ἰνδῷ πλῆθος: τῶν δὲ καρίδων τὰς μὲν μικρὰς μέχρι * ὄρους ἀναθεῖν, τὰς δὲ μεγάλας μέχρι τῶν συμβολῶν τοῦ τε Ἰνδοῦ καὶ τοῦ Ἀκεσίνου. περὶ μὲν οὖν τῶν θηρίων τοσαῦτα λέγεται: ἐπανιόντες δ᾽ ἐπὶ τὸν Μεγασθένη λέγωμεν τὰ ἑξῆς ὧν ἀπελίπομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: