Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33] ῾η μὲν οὖν μεταξὺ τοῦ Ὑπάνιος καὶ τοῦ Ὑδάσπου λέγεται ἐννέα ἔχειν ἔθνη, πόλεις δὲ εἰς πεντακισχιλίας οὐκ ἐλάττους Κῶ τῆς Μεροπίδος: δοκεῖ δὲ πρὸς ὑπερβολὴν εἰρῆσθαι τὸ πλῆθος: ἡ δὲ μεταξὺ τοῦ Ἰνδοῦ καὶ τοῦ Ὑδάσπου εἴρηται σχεδόν τι ὑφ᾽ ὧν οἰκεῖται τῶν ἀξίων μνήμης. κάτω δ᾽ ἑξῆς εἰσιν οἵ τε Σίβαι λεγόμενοι, περὶ ὧν καὶ πρότερον ἐμνήσθημεν, καὶ Μαλλοὶ καὶ Συδράκαι μεγάλα ἔθνη: καὶ Μαλλοὶ μὲν παρ᾽ οἷς ἀποθανεῖν ἐκινδύνευσεν Ἀλέξανδρος τρωθεὶς ἐν ἁλώσει πολίχνης τινός, Συδράκαι δὲ οὓς τοῦ Διονύσου συγγενεῖς ἔφαμεν μεμυθεῦσθαι. πρὸς αὐτῇ δ᾽ ἤδη τῇ Παταληνῇ τήν τε τοῦ Μουσικανοῦ λέγουσι καὶ τὴν Σάβου, τὰ Σινδόμανα, καὶ ἔτι τὴν Πορτικανοῦ καὶ [p. 977] ἄλλων ὧν ἐκράτησεν ἁπάντων Ἀλέξανδρος, τὴν τοῦ Ἰνδοῦ παροικούντων ποταμίαν, ὑστάτης δὲ τῆς Παταληνῆς ἣν ὁ Ἰνδὸς ποιεῖ σχισθεὶς εἰς δύο προχοάς. Ἀριστόβουλος μὲν οὖν εἰς χιλίους σταδίους διέχειν ἀλλήλων φησὶν αὐτάς, Νέαρχος δ᾽ ὀκτακοσίους προστίθησιν, Ὀνησίκριτος δὲ τὴν πλευρὰν ἑκάστην τῆς ἀπολαμβανομένης νήσου τριγώνου τὸ σχῆμα δισχιλίων, τοῦ δὲ ποταμοῦ τὸ πλάτος καθ᾽ ὃ σχίζεται εἰς τὰ στόματα ὅσον διακοσίων: καλεῖ δὲ τὴν νῆσον Δέλτα καί φησιν ἴσην εἶναι τοῦ κατ᾽ Αἴγυπτον Δέλτα, οὐκ ἀληθὲς τοῦτο λέγων. τὸ γὰρ κατ᾽ Αἴγυπτον Δέλτα χιλίων καὶ τριακοσίων λέγεται σταδίων ἔχειν τὴν βάσιν, τὰς δὲ πλευρὰς ἑκατέραν ἐλάττω τῆς βάσεως. ἐν δὲ τῇ Παταληνῇ πόλις ἐστὶν ἀξιόλογος τὰ Πάταλα, ἀφ᾽ ἧς καὶ ἡ νῆσος καλεῖται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.