This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8] πλησίον δὲ τῶν Κεντορίπων ἐστὶ πόλισμα ἡ μικρὸν ἔμπροσθεν λεχθεῖσα Αἴτνη τοὺς ἀναβαίνοντας ἐπὶ τὸ ὄρος δεχομένη καὶ παραπέμπουσα: ἐντεῦθεν γὰρ ἀρχὴ τῆς ἀκρωρείας. ἔστι δὲ ψιλὰ τὰ ἄνω χωρία καὶ τεφρώδη καὶ χιόνος μεστὰ τοῦ χειμῶνος, τὰ κάτω δὲ δρυμοῖς καὶ φυτείαις διείληπται παντοδαπαῖς. ἔοικε δὲ λαμβάνειν μεταβολὰς πολλὰς τὰ ἄκρα τοῦ ὄρους διὰ τὴν νομὴν τοῦ πυρός, τοτὲ μὲν εἰς ἕνα κρατῆρα συμφερομένου τοτὲ δὲ σχιζομένου, καὶ τοτὲ μὲν ῥύακας ἀναπέμποντος τοτὲ δὲ φλόγας καὶ λιγνῦς, ἄλλοτε δὲ καὶ μύδρους ἀναφυσῶντος: ἀνάγκη δὲ τοῖς πάθεσι τούτοις τούς τε ὑπὸ γῆν πόρους συμμεταβάλλειν καὶ τὰ στόμια ἐνίοτε πλείω ὄντα κατὰ τὴν ἐπιφάνειαν τὴν πέριξ. οἱ δ᾽ οὖν νεωστὶ ἀναβάντες διηγοῦντο ἡμῖν ὅτι καταλάβοιεν ἄνω πεδίον ὁμαλὸν ὅσον εἴκοσι σταδίων τὴν περίμετρον, κλειόμενον ὀφρύι τεφρώδει τειχίου τὸ ὕψος ἔχοντι, ὥστε δεῖν καθάλλεσθαι τοὺς εἰς τὸ πεδίον προελθεῖν βουλομένους: ὁρᾶν τ᾽ ἐν τῷ μέσῳ βουνὸν τεφρώδη τὴν χρόαν, οἵαπερ καὶ ἡ ἐπιφάνεια καθεωρᾶτο τοῦ πεδίου, ὑπὲρ δὲ τοῦ βουνοῦ νέφος ὄρθιον διανεστηκὸς εἰς ὕψος ὅσον διακοσίων ποδῶν ἠρεμοῦν (εἶναι γὰρ καὶ νηνεμίαν), εἰκάζειν δὲ καπνῷ: δύο δὲ τολμήσαντας προελθεῖν εἰς τὸ πεδίον, ἐπειδὴ θερμοτέρας ἐπέβαινον τῆς ψάμμου καὶ βαθυτέρας, ἀναστρέψαι μηδὲν ἔχοντας περιττότερον φράζειν τῶν φαινομένων τοῖς πόρρωθεν ἀφορῶσι. νομίζειν δ᾽ ἐκ τῆς τοιαύτης ὄψεως πολλὰ μυθεύεσθαι καὶ μάλιστα οἷά φασί τινες περὶ Ἐμπεδοκλέους, ὅτι καθάλοιτο εἰς τὸν [p. 377] κρατῆρα καὶ καταλίποι τοῦ πάθους ἴχνος τῶν ἐμβάδων τὴν ἑτέραν ἃς ἐφόρει χαλκᾶς: εὑρεθῆναι γὰρ ἔξω μικρὸν ἄπωθεν τοῦ χείλους τοῦ κρατῆρος ὡς ἀνερριμμένην ὑπὸ τῆς βίας τοῦ πυρός: οὔτε γὰρ προσιτὸν εἶναι τὸν τόπον οὔθ᾽ ὁρατόν, εἰκάζειν τε μηδὲ καταρριφῆναί τι δύνασθαι ἐκεῖσε ὑπὸ τῆς ἀντιπνοίας τῶν ἐκ βάθους ἀνέμων καὶ τῆς θερμότητος, ἣν προαπαντᾶν εὔλογον πόρρωθεν πρὶν ἢ τῷ στομίῳ τοῦ κρατῆρος προσπελάσαι: εἰ δὲ καταρριφείη, φθάνοι ἂν διαφθαρὲν πρὶν ἀναρριφῆναι πάλιν ὁποῖον παρελήφθη πρότερον. τὸ μὲν οὖν ἐκλείπειν ποτὲ τὰ πνεύματα καὶ τὸ πῦρ ἐπιλειπούσης1 τῆς ὕλης, οὐκ ἄλογον, οὐ μὴν ἐπὶ τοσοῦτόν γε ὥστ᾽ ἀντὶ τῆς τοσαύτης βίας ἐφικτὸν ἀνθρώπῳ γενέσθαι τὸν πλησιασμόν. ὑπέρκειται δ᾽ ἡ Αἴτνη μᾶλλον μὲν τῆς κατὰ τὸν πορθμὸν καὶ τὴν Καταναίαν παραλίας, ἀλλὰ καὶ τῆς κατὰ τὸ Τυρρηνικὸν πέλαγος καὶ τὰς Λιπαραίων νήσους. νύκτωρ μὲν οὖν καὶ φέγγη φαίνεται λαμπρὰ ἐκ τῆς κορυφῆς, μεθ᾽ ἡμέραν δὲ καπνῷ καὶ ἀχλύι κατέχεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.