Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:

Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13] μετὰ δ᾽ οὖν Τρητὸν ἡ Μασυλιέων ἐστὶ καὶ ἡ Καρχηδονίων παραπλησία χώρα. Κίρτα τέ ἐστιν ἐν μεσογαίᾳ, τὸ Μασανάσσου καὶ τῶν ἑξῆς διαδόχων βασίλειον, πόλις εὐερκεστάτη καὶ κατεσκευασμένη καλῶς τοῖς πᾶσι καὶ μάλιστα ὑπὸ Μικίψα, ὅστις καὶ Ἕλληνας συνῴκισεν ἐν αὐτῇ καὶ τοσαύτην ἐποίησεν ὥστ᾽ ἐκπέμπειν μυρίους ἱππέας, διπλασίους δὲ πεζούς. ἥ τε δὴ Κίρτα ἐνταῦθα καὶ οἱ δύο Ἱππῶνες, ὁ μὲν πλησίον Ἰτύκης ὁ δὲ ἀπωτέρω πρὸς τῷ Τρητῷ μᾶλλον, ἄμφω βασίλεια. ἡ δὲ Ἰτύκη δευτέρα μετὰ Καρχηδόνα τῷ μεγέθει καὶ τῷ ἀξιώματι: καταλυθείσης δὲ Καρχηδόνος ἐκείνη ἦν ὡς ἂν μητρόπολις τοῖς Ῥωμαίοις καὶ ὁρμητήριον πρὸς τὰς ἐν Λιβύῃ πράξεις: ἵδρυται δ᾽ ἐν αὐτῷ τῷ κόλπῳ τῷ Καρχηδονιακῷ πρὸς θατέρῳ τῶν ἀκρωτηρίων τῶν ποιούντων τὸν κόλπον, ὧν τὸ μὲν πρὸς τῇ Ἰτύκῃ καλοῦσιν Ἀπολλώνιον, θάτερον δ᾽ Ἑρμαίαν, [p. 1161] καὶ εἰσὶν ἐν ἐπόψει ἀλλήλαις αἱ πόλεις. ῥεῖ δὲ τῆς Ἰτύκης πλησίον ὁ Βαγράδας ποταμός: εἰσὶ δ᾽ ἀπὸ Τρητοῦ μέχρι Καρχηδόνος στάδιοι δισχίλιοι πεντακόσιοι: οὔτε τοῦθ᾽ ὁμολογεῖται δὲ τὸ διάστημα οὔτε τὸ μέχρι Σύρτεων.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.