previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7]

καὶ τὰ περὶ Ἡρακλέους δὲ καὶ Διονύσου Μεγασθένης μὲν μετ᾽ ὀλίγων πιστὰ ἡγεῖται, τῶν δ᾽ ἄλλων οἱ πλείους, ὧν ἐστι καὶ Ἐρατοσθένης, ἄπιστα καὶ μυθώδη, καθάπερ καὶ τὰ παρὰ τοῖς Ἕλλησιν. μὲν γὰρ ἐν ταῖς Βάκχαις ταῖς Εὐριπίδου Διόνυσος τοιαῦτα νεανιεύεταιλιπὼν δὲ Λυδῶν τὰς πολυχρύσους γύας Φρυγῶν τε Περσῶν θ᾽ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη τήν τε δύσχειμον χθόνα Μήδων ἐπῆλθον Ἀραβίαν τ᾽ εὐδαίμονα Ἀσίαν τε πᾶσαν.’ παρὰ Σοφοκλεῖ δέ τίς ἐστι τὴν Νῦσαν καθυμνῶν ὡς τὸ Διονύσῳ καθιερωμένον ὄροςὅθεν κατεῖδον τὴν βεβακχιωμένην βροτοῖσι κλεινὴν Νῦσαν, ἣν βούκερως Ἴακχος * αὐτῷ μαῖαν ἡδίστην νέμει, ὅπου τίς ὄρνις οὐχὶ κλαγγάνει;’ καὶ τὰ ἑξῆς1. [p. 958] καὶ ποιητὴς περὶ Λυκούργου τοῦ Ἠδωνοῦ φησιν οὕτωςὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατ᾽ ἠγάθεον Νυσήιον.’ τοιαῦτα μὲν τὰ περὶ Διονύσου. περὶ δὲ Ἡρακλέους οἱ μὲν ἐπὶ τἀναντία μόνον μέχρι τῶν ἑσπερίων περάτων ἱστοροῦσιν, οἱ δ᾽ ἐφ᾽ ἑκάτερα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: