previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[16]

῞οτι δὲ καὶ τὸ ὄφελος μέγα παντὶ τῷ παραλαβόντι τὴν τοιαύτην ἱστορίαν ἔκ τε τῆς παλαιᾶς μνήμης δῆλον καὶ ἐκ τοῦ λόγου. οἱ γοῦν ποιηταὶ φρονιμωτάτους τῶν ἡρώων ἀποφαίνουσι τοὺς ἀποδημήσαντας πολλαχοῦ καὶ πλανηθέντας: ἐν μεγάλῳ γὰρ τίθενται τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νόον γνῶναι. καὶ Νέστωρ σεμνύνεται διότι τοῖς Λαπίθαις ὡμίλησεν, ἐλθὼν μετάπεμπτοςτηλόθεν ἐξ ἀπίης γαίης: καλέσαντο γὰρ αὐτοί.’ καὶ Μενέλαος ὡσαύτωςΚύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπας θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην, ἵνα τ᾽ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι,’ προσθεὶς καὶ τὸ ἰδίωμα τῆς χώραςτρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.’1 πάντα γὰρ τὰ τοιαῦτα παρασκευαί τινες εἰς φρόνησιν μεγάλαι τῷ μαθεῖν τῆς χώρας τὴν φύσιν καὶ ζῴων καὶ φυτῶν ἰδέας. προσθεῖναι δὲ καὶ τὰ τῆς θαλάττης: ἀμφίβιοι γὰρ τρόπον τινά ἐσμεν καὶ οὐ μᾶλλον χερσαῖοι θαλάττιοι. καὶ τὸν Ἡρακλέα εἰκὸς ἀπὸ τῆς πολλῆς ἐμπειρίας τε καὶ ἱστορίας λεχθῆναιμεγάλων ἐπιίστορα ἔργων.’ ἔκ τε δὴ τῆς παλαιᾶς μνήμης καὶ ἐκ τοῦ λόγου [p. 11] μαρτυρεῖται τὰ λεχθέντα ἐν ἀρχαῖς ὑφ᾽ ἡμῶν, διαφερόντως δ᾽ ἐπάγεσθαι δοκεῖ μοι πρὸς τὰ νῦν ἐκεῖνος λόγος, διότι τῆς γεωγραφίας τὸ πλέον ἐστὶ πρὸς τὰς χρείας τὰς πολιτικάς. χώρα γὰρ τῶν πράξεων ἐστὶ γῆ καὶ θάλαττα, ἣν οἰκοῦμεν, τῶν μὲν μικρῶν μικρὰ τῶν δὲ μεγάλων μεγάλη, μεγίστη δ᾽ σύμπασα, ἥνπερ ἰδίως καλοῦμεν οἰκουμένην, ὥστε τῶν μεγίστων πράξεων αὕτη ἂν εἴη χώρα, μέγιστοι δὲ τῶν στρατηλατῶν, ὅσοι δύνανται γῆς καὶ θαλάττης ἄρχειν, ἔθνη καὶ πόλεις συνάγοντες εἰς μίαν ἐξουσίαν καὶ διοίκησιν πολιτικήν. δῆλον οὖν ὅτι γεωγραφικὴ πᾶσα ἐπὶ τὰς πράξεις ἀνάγεται τὰς ἡγεμονικάς, διατιθεῖσα ἠπείρους καὶ πελάγη τὰ μὲν ἐντὸς τὰ δὲ ἐκτὸς τῆς συμπάσης οἰκουμένης. πρὸς τούτους δὲ διάθεσις, οἷς διαφέρει ταῦτα ἔχειν οὕτως ἑτέρως καὶ γνώριμα εἶναι μὴ γνώριμα. βέλτιον γὰρ ἂν διαχειρίζοιεν ἕκαστα εἰδότες τὴν χώραν ὁπόση τις καὶ πῶς κειμένη τυγχάνει καὶ τίνας διαφορὰς ἴσχουσα τάς τ᾽ ἐν τῷ περιέχοντι καὶ τὰς ἐν αὐτῇ. ἄλλων δὲ κατ᾽ ἄλλα μέρη δυναστευόντων καὶ ἀπ᾽ ἄλλης ἑστίας καὶ ἀρχῆς τὰς πράξεις προχειριζομένων καὶ ἐπεκτεινόντων τὸ τῆς ἡγεμονίας μέγεθος, οὐκ ἐπ᾽ ἴσης δυνατὸν οὔτ᾽ ἐκείνοις ἅπαντα γνωρίζειν οὔτε τοῖς γεωγραφοῦσιν, ἀλλὰ τὸ μᾶλλον καὶ ἧττον πολὺ ἐν ἀμφοτέροις καθορᾶται τούτοις. μόλις γὰρ ἂν τὸ ἐπ᾽ ἴσης πάντ᾽ εἶναι φανερὰ συμβαίη τῆς συμπάσης οἰκουμένης ὑπὸ μίαν ἀρχὴν καὶ πολιτείαν ὑπηγμένης: ἀλλ᾽ οὐδ᾽ οὕτως, ἀλλὰ τὰ ἐγγυτέρω μᾶλλον ἂν γνωρίζοιτο. κἂν προσήκοι ταῦτα διὰ πλειόνων ἐμφανίζειν, ἵν᾽ εἴη γνώριμα: ταῦτα γὰρ καὶ τῆς χρείας ἐγγυτέρω ἐστίν. ὥστ᾽ οὐκ ἂν εἴη θαυμαστὸν οὐδ᾽ εἰ ἄλλος μὲν Ἰνδοῖς προσήκοι χωρογράφος, ἄλλος δὲ Αἰθίοψιν, ἄλλος δὲ Ἕλλησι καὶ Ῥωμαίοις. τί γὰρ ἂν προσήκοι τῷ παρ᾽ [p. 12] Ἰνδοῖς γεωγράφῳ καὶ τὰ κατὰ Βοιωτοὺς οὕτω φράζειν ὡς Ὅμηροςοἵθ᾽ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν Σχοῖνόν τε Σκῶλόν τε;’ ἡμῖν δὲ προσήκει, τὰ δὲ παρ᾽ Ἰνδοῖς οὕτω καὶ τὰ καθ᾽ ἕκαστα οὐκέτι: οὐδὲ γὰρ χρεία ἐπάγεται: μέτρον δ᾽ αὕτη μάλιστα τῆς τοιαύτης ἐμπειρίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: