Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:

Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11] μετὰ δὲ ταῦτ᾽ ἔστιν ἡ Κατακεκαυμένη λεγομένη χώρα μῆκος μὲν καὶ πεντακοσίων σταδίων πλάτος δὲ τετρακοσίων, εἴτε Μυσίαν χρὴ καλεῖν εἴτε Μῃονίαν (λέγεται γὰρ ἀμφοτέρως), ἅπασα ἄδενδρος πλὴν ἀμπέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον οὐδενὸς τῶν ἐλλογίμων ἀρετῇ λειπόμενον. ἔστι δὲ ἡ ἐπιφάνεια τεφρώδης τῶν πεδίων, ἡ δ᾽ ὀρεινὴ καὶ πετρώδης μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως. εἰκάζουσι μὲν οὖν τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι τοῦτο, καὶ οὐκ ὀκνοῦσι τὰ περὶ τὸν Τυφῶνα ἐνταῦθα μυθολογεῖν. Ξάνθος δὲ καὶ Ἀριμοῦν τινα λέγει τῶν τόπων τούτων βασιλέα. οὐκ εὔλογον δὲ ὑπὸ τοιούτων παθῶν τὴν τοσαύτην χώραν ἐμπρησθῆναι ἀθρόως, ἀλλὰ μᾶλλον ὑπὸ γηγενοῦς πυρός, ἐκλιπεῖν δὲ νῦν τὰς πηγάς: δείκνυνται δὲ καὶ βόθροι τρεῖς, οὓς φύσας καλοῦσιν, ὅσον τετταράκοντα ἀλλήλων διεστῶτες σταδίους: ὑπέρκεινται δὲ λόφοι τραχεῖς, οὓς εἰκὸς ἐκ τῶν ἀναφυσηθέντων σεσωρεῦσθαι μύδρων. τὸ δ᾽ εὐάμπελον τὴν τοιαύτην ὑπάρχειν γῆν, λάβοι τις ἂν καὶ ἐκ τῆς Καταναίας τῆς χωσθείσης τῇ σποδῷ καὶ νῦν ἀποδιδούσης οἶνον δαψιλῆ καὶ καλόν. ἀστεϊζόμενοι δέ τινες [p. 879] εἰκότως πυριγενῆ τὸν Διόνυσον λέγεσθαί φασιν, ἐκ τῶν τοιούτων χωρίων τεκμαιρόμενοι.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (6 total)
- Cross-references in general dictionaries to this page
(6):
- LSJ, Κατακεκαυμένη
- LSJ, ἀστεΐζομαι
- LSJ, ἐπί-καυσις
- LSJ, κατακαίω
- LSJ, κεραυνοβολ-ία
- LSJ, πυ^ρι^-γενής
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences