previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

ὅτι δὲ Λακεδαίμων ὁμωνύμως λέγεται καὶ χώρα καὶ πόλις, δηλοῖ καὶ Ὅμηρος: λέγω δὲ χώραν σὺν τῇ Μεσσηνίᾳ. περὶ μὲν δὴ τῶν τόξων ὅταν λέγῃκαλά, τὰ οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας,
Ἴφιτος Εὐρυτίδης,
1εἶτ᾽ ἐπενέγκῃτὼ δ᾽ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν
οἴκῳ ἐν Ὀρτιλόχοιο,2
3τὴν χώραν λέγει, ἧς μέρος ἦν καὶ Μεσσηνία: οὐ διήνεγκεν οὖν αὐτῷ καὶ οὕτως εἰπεῖνξεῖνος Λακεδαίμονι δῶκε τυχήσας,
καὶτὼ δ᾽ ἐν Μεσσήνῃ ξυμβλήτην.
ὅτι γὰρ αἱ Φηραὶ [p. 522] εἰσὶν τοῦ Ὀρτιλόχου οἶκος δῆλον: “ ἐς Φηρὰς δ᾽ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
υἱέος Ὀρτιλόχοιο,
4 τε Τηλέμαχος καὶ Πεισίστρατος: αἱ δὲ Φηραὶ τῆς Μεσσηνίας εἰσίν. ὅταν δ᾽ ἐκ τῶν Φηρῶν ὁρμηθέντας τοὺς περὶ Τηλέμαχον πανημερίους φῇ σείειν ζυγόν, εἶτ᾽ εἴπῃδύσετό τ᾽ ἠέλιος, ...
οἱ δ᾽ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν:
πρὸς δ᾽ ἄρα δώματ᾽ ἔλων Μενελάου,
5 τὴν πόλιν δεῖ δέχεσθαι: εἰ δὲ μή, ἐκ Λακεδαίμονος εἰς Λακεδαίμονα φανεῖται λέγων τὴν ἄφιξιν: ἄλλως τε οὐ πιθανὸν μὴ ἐν Σπάρτῃ τὴν οἴκησιν εἶναι τοῦ Μενελάου, οὐδὲ μὴ οὔσης ἐκεῖ τὸν Τηλέμαχον λέγεινεἶμι γὰρ ἐς Σπάρτην τε καὶ εἰς Πύλον.
6δοκεῖ δὲ συμπίπτειν τούτῳ τὸ τοῖς τῆς χώρας ἐπιθέτοις αὐ ... εἰ μὴ νὴ Δία ποιητικῇ τις τοῦτο συγχωρήσει ἐξουσίᾳ. βέλτιον γὰρ τὴν Μεσσήνην μετὰ τῆς Λακωνικῆς καὶ Πύλου τῆς ὑπὸ τῷ Νέστορι, μηδὲ δὴ καθ᾽ αὑτὴν τάττεσθαι ἐν τῷ καταλόγῳ μηδὲ κοινωνοῦσαν τῆς στρατείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: