previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4]

τοῖς δ᾽ Αἰγυπτιακοῖς καὶ ταῦτα προσθετέον ὅσα ἰδιάζοντα, οἷον Αἰγύπτιος λεγόμενος κύαμος ἐξ οὗ τὸ κιβώριον, καὶ βύβλος: ἐνταῦθα γὰρ καὶ παρ᾽ Ἰνδοῖς μόνον: δὲ περσέα ἐνταῦθα μόνον καὶ παρ᾽ Αἰθίοψι, δένδρον μέγα, καρπὸν ἔχον γλυκὺν καὶ μέγαν, καὶ συκάμινος ἐκφέρουσα τὸν λεγόμενον καρπὸν συκόμορον: σύκῳ γὰρ ἔοικεν: ἄτιμον δ᾽ ἐστὶ κατὰ τὴν γεῦσιν: γίνεται δὲ καὶ τὸ κόρσιον καὶ ὅμοιόν τι πεπέρει τράγημα, μικρῷ αὐτοῦ μεῖζον. ἰχθύες δ᾽ ἐν τῷ Νείλῳ πολλοὶ μὲν καὶ ἄλλοι χαρακτῆρα ἔχοντες ἴδιον καὶ ἐπιχώριον, γνωριμώτατοι δὲ τε ὀξύρυγχος καὶ λεπιδωτὸς καὶ λάτος καὶ ἀλάβης καὶ κορακῖνος καὶ χοῖρος καὶ φαγρώριος ὃν καὶ φάγρον καλοῦσιν, ἔτι σίλουρος κιθαρὸς θρίσσα κεστρεὺς λύχνος φῦσα βοῦς: ὀστρακίων δὲ κοχλίαι μεγάλοι φωνὴν ὀλολυγόσιν ὁμοίαν φθεγγόμενοι: ζῷα δ᾽ ἐπιχώρια καὶ ἰχνεύμων καὶ ἀσπὶς Αἰγυπτία ἴδιόν τι ἔχουσα παρὰ τὰς ἐν ἄλλοις: διττὴ δ᾽ ἐστίν, μὲν σπιθαμιαία ἥπερ καὶ ὀξυθανατωτέρα, δ᾽ ἐγγὺς ὀργυιᾶς, ὡς καὶ Νίκανδρος τὰ θηριακὰ γράψας εἴρηκε: καὶ τῶν ὀρνέων ἶβις καὶ ἱέραξ Αἰγύπτιος, ἥμερος παρὰ τοὺς ἄλλοθι, ὡς καὶ αἴλουρος: καὶ νυκτικόραξ ἰδιότροπος ἐνθάδε: παρ᾽ ἡμῖν μὲν γὰρ ἀετοῦ μέγεθος ἴσχει καὶ φθέγγεται βαρύ, ἐν Αἰγύπτῳ δὲ κολοιοῦ μέγεθος καὶ φθογγὴ διάφορος: ἡμερώτατον δ᾽ ἶβις, [p. 1149] πελαργώδης μὲν κατὰ σχῆμα καὶ μέγεθος, διττὴ δὲ τὴν χρόαν, μὲν πελαργώδης δὲ ὅλη μέλαινα: μεστὴ δ᾽ αὐτῶν ἅπασα τρίοδος ἐν Ἀλεξανδρείᾳ, πῆ μὲν χρησίμως πῆ δ᾽ οὐ χρησίμως: χρησίμως μὲν ὅτι πᾶν θηρίον ἐκλέγει καὶ τὰ ἐν τοῖς κρεωπωλίοις καὶ τοῖς ὀψοπωλίοις ἀποκαθάρματα, δυσχρήστως δὲ ὅτι παμφάγον καὶ ἀκάθαρτον καὶ δυσκόλως ἀπειργόμενον ἀπὸ τῶν καθαρείων καὶ τῶν ἀλλοτρίων μολυσμοῦ παντός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: