Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] ταῖς δὲ νῦν Αἰολικαῖς πόλεσιν ἔτι καὶ τὰς Αἰγὰς προσληπτέον καὶ τὴν Τῆμνον, ὅθεν ἦν Ἑρμαγόρας ὁ τὰς ῥητορικὰς τέχνας συγγράψας: ἵδρυνται δ᾽ αἱ πόλεις αὗται κατὰ τὴν ὀρεινὴν τὴν ὑπερκειμένην τῆς τε Κυμαίας καὶ τῆς Φωκαέων καὶ Σμυρναίων γῆς, παρ᾽ ἣν ὁ Ἕρμος ῥεῖ. οὐκ ἄπωθεν δὲ τούτων τῶν πόλεων οὐδ᾽ ἡ Μαγνησία ἐστὶν ἡ ὑπὸ Σιπύλῳ, ἐλευθέρα πόλις ὑπὸ Ῥωμαίων κεκριμένη. καὶ ταύτην δ᾽ ἐκάκωσαν οἱ νεωστὶ γενόμενοι σεισμοί. εἰς δὲ τἀναντία τὰ ἐπὶ τὸν Κάικον νεύοντα ἀπὸ Λαρίσης μὲν διαβάντι τὸν Ἕρμον εἰς Κύμην ἑβδομήκοντα στάδιοι, ἐντεῦθεν δ᾽ εἰς Μύριναν τετταράκοντα στάδιοι, τὸ δ᾽ ἴσον ἐντεῦθεν εἰς Γρύνιον κἀκεῖθεν εἰς Ἐλαίαν: ὡς δ᾽ Ἀρτεμίδωρος, ἀπὸ τῆς Κύμης εἰσὶν Ἄδαι, εἶτ᾽ ἄκρα μετὰ τετταράκοντα σταδίους ἣν καλοῦσιν Ὕδραν, ἡ ποιοῦσα τὸν κόλπον τὸν Ἐλαϊτικὸν πρὸς τὴν ἀπεναντίον ἄκραν Ἁρματοῦντα. τοῦ μὲν οὖν στόματος τὸ πλάτος περὶ ὀγδοήκοντα σταδίους ἐστίν, ἐγκολπίζοντι δὲ Μύρινα ἐν ἑξήκοντα σταδίοις, Αἰολὶς πόλις ἔχουσα λιμένα, εἶτ᾽ Ἀχαιῶν λιμήν, ὅπου οἱ βωμοὶ τῶν δώδεκα θεῶν, εἶτα πολίχνιον Μυριναίων Γρύνιον καὶ ἱερὸν Ἀπόλλωνος καὶ μαντεῖον ἀρχαῖον καὶ νεὼς πολυτελὴς λίθου [p. 870] λευκοῦ, στάδιοι δ᾽ ἐπ᾽ αὐτὴν τετταράκοντα: εἶθ᾽ ἑβδομήκοντα εἰς Ἐλαίαν, λιμένα ἔχουσαν καὶ ναύσταθμον τῶν Ἀτταλικῶν βασιλέων, Μενεσθέως κτίσμα καὶ τῶν σὺν αὐτῷ Ἀθηναίων τῶν συστρατευσάντων ἐπὶ Ἴλιον. τὰ δ᾽ ἑξῆς εἴρηται τὰ περὶ Πιτάνην καὶ Ἀταρνέα καὶ τἆλλα τὰ ταύτῃ.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.