previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[25]

πρὸς μὲν οὖν Κράτητα μακροῦ λόγου δεῖ καὶ ἴσως [p. 41] οὐδὲν ὄντος πρὸς τὰ νῦν. Ἀριστάρχου δὲ τοῦτο μὲν ἐπαινῶμεν, διότι τὴν Κρατήτειον ἀφεὶς ὑπόθεσιν δεχομένην πολλὰς ἐνστάσεις περὶ τῆς καθ᾽ ἡμᾶς Αἰθιοπίας ὑπονοεῖ γεγονέναι τὸν λόγον: τὰ δ᾽ ἄλλα ἐπισκοπῶμεν. καὶ πρῶτον ὅτι καὶ αὐτὸς μικρολογεῖται μάτην περὶ τῆς γραφῆς. καὶ γὰρ ἂν ἑκατέρως γράφηται, δύναται ἐφαρμόττειν τοῖς νοήμασιν αὐτοῦ. τί γὰρ διαφέρει λέγειν οὕτωςδύο εἰσὶ καθ᾽ ἡμᾶς Αἰθίοπες, οἱ μὲν πρὸς ἀνατολὰς οἱ δὲ πρὸς δύσεις,’ οὕτωςκαὶ γὰρ πρὸς ἀνατολὰς καὶ πρὸς δύσεις;’ ἔπειθ᾽ ὅτι ψευδοῦς προΐσταται δόγματος. φέρε γὰρ τὸν ποιητὴν ἀγνοεῖν μὲν τὸν ἰσθμόν, τῆς δὲ κατ᾽ Αἴγυπτον Αἰθιοπίας μεμνῆσθαι ὅταν φῇΑἰθίοπας, τοὶ διχθὰ δεδαίαται.’ πῶς οὖν; οὐ διχθὰ δεδαίαται οὕτως, ἀλλ᾽ ἀγνοῶν οὕτως εἴρηκεν ποιητής; πότερ᾽ οὐδ᾽ Αἴγυπτος, οὐδ᾽ οἱ Αἰγύπτιοι ἀπὸ τοῦ Δέλτα ἀρξάμενοι μέχρι πρὸς Συήνην ὑπὸ τοῦ Νείλου δίχα διῄρηνταιοἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ᾽ ἀνιόντος;’ τί δ᾽ ἄλλο Αἴγυπτός ἐστι πλὴν ποταμία,1 ἣν ἐπικλύζει τὸ ὕδωρ; αὕτη δ᾽ ἐφ᾽ ἑκάτερα τοῦ ποταμοῦ κεῖται πρὸς ἀνατολὴν καὶ δύσιν. ἀλλὰ μὴν Αἰθιοπία ἐπ᾽ εὐθείας ἐστὶ τῇ Αἰγύπτῳ καὶ παραπλησίως ἔχει πρός τε τὸν Νεῖλον καὶ τὴν ἄλλην φύσιν τῶν τόπων. καὶ γὰρ αὕτη στενή τέ ἐστι καὶ μακρὰ καὶ ἐπίκλυστος. τὰ δ᾽ ἔξω τῆς ἐπικλύστου ἔρημά τε καὶ ἄνυδρα καὶ σπανίως οἰκεῖσθαι δυνάμενα, τὰ μὲν πρὸς ἕω τὰ δὲ πρὸς δύσιν κεκλιμένα. πῶς οὖν οὐχὶ καὶ δίχα διῄρηται; τοῖς μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης διαιροῦσιν ἀξιόλογον τοῦθ᾽ ὅριον ἐφάνη Νεῖλος, μῆκος μὲν ἀνατείνων ἐπὶ τὴν μεσημβρίαν πλειόνων μυρίων σταδίων, πλάτος δέ, ὥστε [p. 42] καὶ νήσους ἀπολαμβάνειν μυριάνδρους, ὧν μεγίστη Μερόη τὸ βασίλειον καὶ μητρόπολις τῶν Αἰθιόπων, αὐτὴν δὲ τὴν Αἰθιοπίαν οὐχ ἱκανὸς ἦν διαιρεῖν δίχα; καὶ μὴν οἵ γε ἐπιτιμῶντες τοῖς τὰς ἠπείρους τῷ ποταμῷ διαιροῦσι τῶν ἐγκλημάτων τοῦτο μέγιστον προφέρουσιν αὐτοῖς, ὅτι τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν διασπῶσι καὶ ποιοῦσι τὸ μέν τι μέρος ἑκατέρας αὐτῶν Λιβυκόν, τὸ δ᾽ Ἀσιατικόν: εἰ μὴ βούλονται τοῦτο, οὐ διαιροῦσι τὰς ἠπείρους οὐ τῷ ποταμῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: