previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[23]

φήσαντος δὲ τοῦ Ἐφόρου διότι τὴν χερρόνησον κατοικεῖ ταύτην ἑκκαίδεκα γένη, τρία μὲν Ἑλληνικὰ τὰ δὲ λοιπὰ βάρβαρα χωρὶς τῶν μιγάδων, ἐπὶ θαλάττῃ μὲν Κίλικες καὶ Πάμφυλοι καὶ Λύκιοι καὶ Βιθυνοὶ καὶ Παφλαγόνες καὶ Μαριανδυνοὶ καὶ Τρῶες καὶ Κᾶρες, Πισίδαι δὲ καὶ Μυσοὶ καὶ Χάλυβες καὶ Φρύγες καὶ Μιλύαι ἐν τῇ μεσογαίᾳ, διαιτῶν ταῦτα Ἀπολλόδωρος ἑπτακαιδέκατόν φησιν εἶναι τὸ τῶν Γαλατῶν, νεώτερόν ἐστι τοῦ Ἐφόρου, τῶν δ᾽ εἰρημένων τὰ μὲν Ἑλληνικὰ μήπω κατὰ τὰ Τρωικὰ κατῳκίσθαι, τὰ δὲ βάρβαρα πολλὴν ἔχειν σύγχυσιν διὰ τὸν χρόνον: καταλέγεσθαι δ᾽ ὑπὸ τοῦ ποιητοῦ τό τε τῶν Τρώων καὶ τῶν νῦν ὀνομαζομένων Παφλαγόνων καὶ Μυσῶν καὶ Φρυγῶν καὶ Καρῶν καὶ Λυκίων, Μῄονάς τε ἀντὶ Λυδῶν καὶ ἄλλους ἀγνῶτας, οἷον Ἁλιζῶνας καὶ Καύκωνας: ἐκτὸς δὲ τοῦ καταλόγου Κητείους τε καὶ Σολύμους καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου καὶ Λέλεγας: Παμφύλους δὲ καὶ Βιθυνοὺς καὶ Μαριανδυνοὺς καὶ Πισίδας καὶ Χάλυβας καὶ Μιλύας καὶ Καππάδοκας μηδ᾽ ὠνομάσθαι, τοὺς μὲν διὰ τὸ μηδέπω τοὺς τόπους κατῳκηκέναι τούτους, τοὺς δὲ διὰ τὸ ἑτέροις γένεσι περιέχεσθαι, ὡς Ἰδριεῖς μὲν καὶ Τερμίλαι Καρσί, Δολίονες δὲ καὶ Βέβρυκες Φρυξί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: