previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[24]

τὰ μὲν οὖν μέρη τῆς καθ᾽ ἡμᾶς οἰκουμένης οὕτω διάκειται: ἐπεὶ δ᾽ οἱ Ῥωμαῖοι τὴν ἀρίστην αὐτῆς καὶ γνωριμωτάτην κατέχουσιν, ἅπαντας ὑπερβεβλημένοι τοὺς πρότερον ἡγεμόνας ὧν μνήμην ἴσμεν, ἄξιον1 διὰ βραχέων καὶ τὰ τούτων εἰπεῖν. ὅτι μὲν οὖν ἐκ μιᾶς ὁρμηθέντες πόλεως τῆς Ῥώμης ἅπασαν τὴν Ἰταλίαν ἔσχον διὰ τὸ πολεμεῖν καὶ πολιτικῶς ἄρχειν εἴρηται, καὶ διότι μετὰ τὴν Ἰταλίαν τὰ κύκλῳ προσεκτήσαντο τῇ αὐτῇ ἀρετῇ χρώμενοι. τριῶν δὲ ἠπείρων οὐσῶν τὴν μὲν Εὐρώπην σχεδόν τι πᾶσαν ἔχουσι πλὴν τῆς ἔξω τοῦ Ἴστρου καὶ τῶν μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Τανάιδος παρωκεανιτῶν, τῆς δὲ Λιβύης καθ᾽ ἡμᾶς παραλία πᾶσα ὑπ᾽ αὐτοῖς ἐστιν, δὲ ἄλλη ἀοίκητός ἐστιν λυπρῶς καὶ νομαδικῶς οἰκεῖται. ὁμοίως δὲ καὶ τῆς Ἀσίας καθ᾽ ἡμᾶς παραλία πᾶσα ὑποχείριός ἐστιν, εἰ μή τις τὰ τῶν Ἀχαιῶν καὶ Ζυγῶν καὶ Ἡνιόχων ἐν λόγῳ τίθεται, λῃστρικῶς καὶ νομαδικῶς ζώντων ἐν στενοῖς καὶ λυπροῖς χωρίοις. τῆς δὲ μεσογαίας καὶ τῆς ἐν βάθει τὴν μὲν ἔχουσιν αὐτοί, τὴν δὲ Παρθυαῖοι καὶ οἱ ὑπὲρ τούτων βάρβαροι, πρός τε ταῖς ἀνατολαῖς καὶ ταῖς ἄρκτοις Ἰνδοὶ καὶ Βάκτριοι καὶ Σκύθαι, εἶτ᾽ Ἄραβες καὶ Αἰθίοπες: προστίθεται δὲ ἀεί τι παρ᾽ ἐκείνων αὐτοῖς. ταύτης δὲ τῆς συμπάσης χώρας τῆς ὑπὸ Ῥωμαίοις μὲν βασιλεύεται, ἣν δ᾽ ἔχουσιν αὐτοὶ καλέσαντες ἐπαρχίαν, καὶ πέμπουσιν ἡγεμόνας καὶ φορολόγους. εἰσὶ δέ τινες καὶ ἐλεύθεραι πόλεις, αἱ μὲν ἐξ ἀρχῆς κατὰ φιλίαν προσελθοῦσαι, τὰς δ᾽ ἠλευθέρωσαν αὐτοὶ κατὰ τιμήν. εἰσὶ δὲ καὶ δυνάσται τινὲς καὶ φύλαρχοι καὶ ἱερεῖς [p. 1172] ὑπ᾽ αὐτοῖς: οὗτοι μὲν δὴ ζῶσι κατά τινας πατρίους νόμους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: