previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[34]

῝εν δέ τι τῶν ὁραθέντων ὑφ᾽ ἡμῶν ἐν ταῖς πυραμίσι παραδόξων οὐκ ἄξιον παραλιπεῖν. ἐκ γὰρ τῆς λατύπης σωροί τινες πρὸ τῶν πυραμίδων κεῖνται: ἐν τούτοις δ᾽ εὑρίσκεται ψήγματα καὶ τύπῳ καὶ μεγέθει φακοειδῆ: ἐνίοις δὲ καὶ ὡς ἂν πτίσμα οἷον ἡμιλεπίστων ὑποτρέχει: φασὶ δ᾽ ἀπολιθωθῆναι λείψανα τῆς [p. 1128] τῶν ἐργαζομένων τροφῆς: οὐκ ἀπέοικε δέ: καὶ γὰρ οἴκοι παρ᾽ ἡμῖν λόφος ἐστὶν ἐν πεδίῳ παραμήκης, οὗτος δ᾽ ἐστὶ μεστὸς ψήφων φακοειδῶν λίθου πωρείας: καὶ αἱ θαλάττιαι δὲ καὶ αἱ ποτάμιαι ψῆφοι σχεδόν τι τὴν αὐτὴν ἀπορίαν ὑπογράφουσιν: ἀλλ᾽ αὗται μὲν ἐν τῇ κινήσει τῇ διὰ τοῦ ῥεύματος εὑρεσιλογίαν τινὰ ἔχουσιν, ἐκεῖ δ᾽ ἀπορωτέρα σκέψις. εἴρηται δ᾽ ἐν ἄλλοις καὶ διότι περὶ τὸ μέταλλον τῶν λίθων, ἐξ ὧν αἱ πυραμίδες γεγόνασιν, ἐν ὄψει ταῖς πυραμίσιν ὂν πέραν ἐν τῇ Ἀραβίᾳ, Τρωικόν τι καλεῖται πετρῶδες ἱκανῶς ὄρος καὶ σπήλαια ὑπ᾽ αὐτῷ καὶ κώμη πλησίον καὶ τούτοις καὶ τῷ ποταμῷ, Τροία καλουμένη, κατοικία παλαιὰ τῶν Μενελάῳ συγκατακολουθησάντων αἰχμαλώτων Τρώων, καταμεινάντων δ᾽ αὐτόθι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: