previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[20] Τῶν δὲ περικειμένων λιμνῶν ἐστὶν τε Τρεφία καὶ Κηφισσίς, ἧς μέμνηται καὶ Ὅμηροςὅς ῥ᾽ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισσίδι.’ οὐ γὰρ λίμνην τὴν Κωπαΐδα βούλεται λέγειν, ὡς οἴονταί τινες, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην1 ἀπὸ τῆς πλησίον κώμης ἣν καλοῦσιν Ὕλας2, οὐδὲ Ὕδην, ὡς ἔνιοι γράφουσινὅς ῥ᾽ ἐν Ὕδῃ ναίεσκεν.’ μὲν γάρ ἐστιν ἐν ΛυδίᾳΤμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ,’ δὲ Βοιωτιακή: ἐπιφέρει γοῦν τῷλίμνῃ κεκλιμένος Κηφισσίδιτὸπὰρ δὲ οἱ ἄλλοι ναῖον Βοιωτοί.’ μὲν γάρ ἐστι μεγάλη καὶ οὐκ ἐν τῇ Θηβαΐδι, δὲ μικρά, ἐκεῖθεν δι᾽ ὑπονόμων πληρουμένη, κειμένη μεταξὺ Θηβῶν καὶ Ἀνθηδόνος. Ὅμηρος δ᾽ ἑνικῶς ἐκφέρει τοτὲ μὲν ἐκτείνων τὴν πρώτην συλλαβήν, ὡς ἐν τῷ καταλόγῳἠδ᾽ Ὕλην καὶ Πετεῶνα,’ ποιητικῶς, τοτὲ δὲ συστέλλωνὅς ῥ᾽ ἐν Ὕλῃ ναίεσκε3’ ‘σκυτοτόμων ὄχ᾽ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων.’ οὐδ᾽ ἐνταῦθα εὖ γραφόντων τινῶν Ὕδῃ ἔνι: οὐ γὰρ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: