previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

περὶ δὲ τῆς φύσεως τῶν τόπων καὶ τούτων καὶ τῶν Μεσσηνιακῶν ταῦτα μὲν ἀποδεκτέον λέγοντος Εὐριπίδου: τὴν γὰρ Λακωνικήν φησιν ἔχεινπολὺν μὲν ἄροτον, ἐκπονεῖν δ᾽ οὐ ῥᾴδιον:
κοίλη γάρ, ὄρεσι περίδρομος, τραχεῖά τε
δυσείσβολός τε πολεμίοις,
1 τὴν δὲ Μεσσηνιακὴνκαλλίκαρπον
κατάρρυτόν τε μυρίοισι νάμασι,
καὶ βουσὶ καὶ ποίμναισιν εὐβοτωτάτην
οὔτ᾽ ἐν πνοαῖσι χείματος δυσχείμερον,
οὔτ᾽ αὖ τεθρίπποις ἡλίου θερμὴν ἄγαν.
2καὶ ὑποβὰς τῶν πάλων φησὶν ὧν οἱ Ἡρακλεῖδαι περὶ τῆς χώρας ἐποιήσαντο, τὸν μὲν πρότερον γενέσθαιγαίας Λακαίνης κύριον, φαύλου χθονός:
3τὸν δὲ δεύτερον τῆς Μεσσήνηςἀρετὴν ἐχούσης μείζον᾽ λόγῳ φράσαι.
4οἵαν καὶ Τυρταῖος φράζει. τὴν δὲ Λακωνικὴν καὶ τὴν Μεσσηνίαν ὁρίζειν αὐτοῦ φήσαντοςΠαμισὸν εἰς θάλασσαν ἐξορμώμενον,
5οὐ συγχωρητέον, ὃς διὰ μέσης ῥεῖ τῆς Μεσσηνίας, οὐδαμοῦ τῆς νῦν Λακωνικῆς ἁπτόμενος. οὐκ εὖ δὲ οὐδ᾽ ὅτι τῆς Μεσσηνίας ὁμοίως ἐπιθαλαττιαίας οὔσης τῇ Λακωνικῇ φησὶν αὐτὴν πρόσω ναυτίλοισιν εἶναι. ἀλλ᾽ οὐδὲ τὴν Ἦλιν εὖ διορίζειπρόσω δὲ βάντι ποταμὸν Ἦλις Διὸς
γείτων κάθηται.
6εἴτε γὰρ τὴν νῦν Ἠλείαν βούλεται λέγειν, ἥτις ὁμορεῖ τῇ Μεσσηνίᾳ, ταύτης οὐ προσάπτεται Παμισός, ὥσπερ γε οὐδὲ τῆς Λακωνικῆς: εἴρηται γὰρ [p. 521] ὅτι διὰ μέσης ῥεῖ τῆς Μεσσηνίας: εἴτε τὴν παλαιὰν τὴν κοίλην καλουμένην, πολὺ μᾶλλον ἐκπίπτει τῆς ἀληθείας: διαβάντι γὰρ τὸν Παμισὸν ἔστι πολλὴ τῆς Μεσσηνίας, εἶθ᾽ τῶν Λεπρεατῶν ἅπασα καὶ Μακιστίων, ἣν Τριφυλίαν ἐκάλουν, εἶθ᾽ Πισᾶτις καὶ Ὀλυμπία, εἶτα μετὰ τριακοσίους σταδίους Ἦλις.

1 Eur. Fr. 1083 (Nauck)

2 Eur. Fr. 1083 (Nauck)

3 Eur. Fr. 1083 (Nauck)

4 Eur. Fr. 1083 (Nauck)

5 Eur. Fr. 1083 (Nauck)

6 Eur. Fr. 1083 (Nauck)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: