previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[43]

βιβάζονται δὲ καὶ τίκτουσιν ὡς ἵπποι τοῦ ἔαρος μάλιστα: καιρὸς δ᾽ ἐστὶ τῷ μὲν ἄρρενι, ἐπειδὰν οἴστρῳ κατέχηται καὶ ἀγριαίνῃ: τότε δὴ καὶ λίπους τι διὰ τῆς ἀναπνοῆς ἀνίησιν, ἣν ἴσχει παρὰ τοὺς κροτάφους: ταῖς δὲ θηλείαις, ὅταν αὐτὸς οὗτος πόρος ἀνεῳγὼς τυγχάνῃ. κύουσι δὲ τοὺς μὲν πλείστους ὀκτωκαίδεκα μῆνας ἐλαχίστους δ᾽ ἑκκαίδεκα: τρέφει δ᾽ μήτηρ ἓξ ἔτη: ζῶσι δ᾽ ὅσον μακροβιώτατοι ἄνθρωποι οἱ πολλοί, τινὲς δὲ καὶ ἐπὶ διακόσια διατείνουσιν ἔτη: πολύνοσοι δὲ καὶ δυσίατοι. ἄκος δὲ πρὸς ὀφθαλμίαν μὲν βόειον γάλα προσκλυζόμενον, τοῖς πλείστοις δὲ τῶν νοσημάτων μέλας οἶνος πινόμενος, τραύμασι δὲ ποτὸν μὲν βούτυρονἐξάγει γὰρ τὰ σιδήρια), τὰ δ᾽ ἕλκη σαρξὶν ὑείαις πυριῶσιν. Ὀνησίκριτος δὲ καὶ ἕως τριακοσίων ἐτῶν [p. 983] ζῆν φησι, σπάνιον δὲ καὶ ἕως πεντακοσίων, κρατίστους δ᾽ εἶναι περὶ τὰ διακόσια ἔτη, κυΐσκεσθαι δὲ δεκαετίαν. μείζους δὲ τῶν Λιβυκῶν καὶ ἐρρωμενεστέρους ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι: ταῖς γοῦν προβοσκίσιν ἐπάλξεις καθαιρεῖν καὶ δένδρα ἀνασπᾶν πρόρριζα διανισταμένους εἰς τοὺς ὀπισθίους πόδας. Νέαρχος δὲ καὶ ποδάγρας ἐν ταῖς θήραις τίθεσθαι κατά τινας συνδρόμους φησί, συνελαύνεσθαι δ᾽ ὑπὸ τῶν τιθασῶν τοὺς ἀγρίους εἰς ταύτας, κρειττόνων ὄντων καὶ ἡνιοχουμένων. οὕτως δ᾽ εὐτιθασεύτους εἶναι, ὥστε καὶ λιθάζειν ἐπὶ σκοπὸν μανθάνειν καὶ ὅπλοις χρῆσθαι νεῖν τε κάλλιστα: μέγιστόν τε νομίζεσθαι κτῆμα ἐλεφάντων ἅρμα: ἄγεσθαι δ᾽ ὑπὸ ζυγὸν * καὶ καμήλους: γυναῖκα δ᾽ εὐδοκιμεῖν εἰ λάβοι παρὰ ἐραστοῦ δῶρον ἐλέφαντα. οὗτος δ᾽ λόγος οὐχ ὁμολογεῖ τῷ φήσαντι μόνων βασιλέων εἶναι κτῆμα ἵππον καὶ ἐλέφαντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: