previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[11]

῎εστι δέ που αὐτόθι καὶ ἀσφάλτου πηγὴ καὶ χαλκωρυχεῖα: καὶ σκορπίων δὲ καὶ πτηνῶν καὶ ἀπτέρων λέγεται πλῆθος, μεγέθει δὲ ... ἑπτασπονδύλων, ὁμοίως δὲ καὶ φαλάγγια καὶ μεγέθει καὶ πλήθει διαφέροντα: σαύρας δὲ διπήχεις φασίν. ἐν μὲν οὖν τῇ παρορείῳ λίθους εὑρίσκεσθαί φασι τοὺς λυχνίτας καὶ [p. 1159] καρχηδονίους λεγομένους: ἐν δὲ τοῖς πεδίοις ὀστρακίων καὶ χηραμύδων πλῆθος, οἷον ἐν τοῖς περὶ τοῦ Ἄμμωνος λόγοις εἰρήκαμεν: καὶ δένδρον δέ ἐστι μελίλωτον καλούμενον, ἐξ οὗ σκευάζουσιν οἶνον: τινὲς δ᾽ αὐτῶν καὶ δίκαρπον ἔχουσι τὴν γῆν, καὶ δύο θεριστικὰ καρποῦνται, τὰ μὲν θερινὰ τὰ δ᾽ ἐαρινά: ἔστι δὲ καλάμη πεντάπηχυς τὸ ὕψος, πάχος δὲ τοῦ μικροῦ δακτύλου, τὸν δὲ καρπὸν διακοσιοκαιτετταρακοντάχουν ἀποδίδωσι: τοῦ δὲ ἔαρος οὐδὲ σπείρουσιν, ἀλλὰ παλιούροις συνδεδεμέναις ἐπικαταψήσαντες τὴν χώραν τῷ ἐκπεσόντι στάχυι κατὰ τὸν θερισμὸν ἀρκοῦνται: τελεσικαρπεῖ γὰρ τὸν θερινὸν καρπόν. διὰ δὲ τὸ πλῆθος τῶν θηρίων κνημῖδας ἔχοντες ἐργάζονται καὶ τἆλλα δὲ μέρη διφθεροῦνται: καθεύδοντες δὲ περιχρίουσι τοὺς κλινόποδας σκορόδοις τῶν σκορπίων χάριν καὶ παλιούροις περιδοῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: