previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[59]

μὲν τοίνυν ἐκλειφθεῖσα ὑπ᾽ αὐτῶν πόλις Πήδασος οὐκέτ᾽ ἐστίν, ἐν δὲ τῇ μεσογαίᾳ τῶν Ἁλικαρνασέων τὰ Πήδασα ὑπ᾽ αὐτῶν ὀνομασθέντα ἦν πόλις, καὶ νῦν χώρα Πηδασὶς λέγεται. φασὶ δ᾽ ἐν αὐτῇ καὶ ὀκτὼ πόλεις ᾠκίσθαι ὑπὸ τῶν Λελέγων πρότερον εὐανδρησάντων, ὥστε καὶ τῆς Καρίας κατασχεῖν τῆς μέχρι Μύνδου καὶ Βαργυλίων, καὶ τῆς Πισιδίας ἀποτεμέσθαι πολλήν. ὕστερον δ᾽ ἅμα τοῖς Καρσὶ στρατευόμενοι κατεμερίσθησαν εἰς ὅλην τὴν Ἑλλάδα καὶ ἠφανίσθη τὸ γένος, τῶν δ᾽ ὀκτὼ πόλεων τὰς ἓξ Μαύσωλος εἰς μίαν τὴν Ἁλικαρνασὸν συνήγαγεν, ὡς Καλλισθένης ἱστορεῖ: Συάγγελα δὲ καὶ Μύνδον διεφύλαξε. τοῖς δὲ Πηδασεῦσι τούτοις φησὶν Ἡρόδοτος ὅτε μέλλοι τι ἀνεπιτήδειον ἔσεσθαι καὶ τοῖς περιοίκοις, τὴν ἱέρειαν τῆς Ἀθηνᾶς πώγωνα ἴσχειν: τρὶς δὲ συμβῆναι τοῦτο αὐτοῖς. Πήδασον δὲ καὶ ἐν τῇ νῦν Στρατονικέων πολίχνιόν ἐστιν. ἐν ὅλῃ δὲ Καρίᾳ καὶ ἐν Μιλήτῳ Λελέγων τάφοι καὶ ἐρύματα καὶ ἴχνη κατοικιῶν δείκνυται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: