previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[61] τοῦ μὲν οὖν Ἠετίωνος λέγει πόλιν Θήβηνᾠχόμεθ᾽ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος
1 τούτου δὲ καὶ τὴν Χρῦσαν τὴν ἔχουσαν τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος ἐμφαίνει, εἴπερ Χρυσηὶς ἐκ τῆς Θήβης ἑάλω: ‘ᾠχόμεθαγάρ, φησίν, “ ἐς Θήβην:
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα.
καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
ἐκ δ᾽ ἕλον Ἀτρείδῃ Χρυσηίδα.
2 τοῦ δὲ Μύνητος τὴν Λυρνησσόν: ἐπειδὴΛυρνησσὸν διαπορθήσας καὶ τείχεα [p. 856] Θήβης
3 τόν τε Μύνητα καὶ τὸν Ἐπίστροφον ἀνεῖλεν Ἀχιλλεύς, ὥστε ὅταν φῇ Βρισηίςοὐδέ μ᾽ ἔασκες, ὅτ᾽ ἄνδρ᾽ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
4 οὐ τὴν Θήβην λέγοι ἄναὕτη γὰρ Ἠετίωνοςἀλλὰ τὴν Λυρνησσόν: ἀμφότεραι δ᾽ ἦσαν ἐν τῷ κληθέντι μετὰ ταῦτα Θήβης πεδίῳ, διὰ τὴν ἀρετὴν περιμάχητον γενέσθαι φασὶ Μυσοῖς μὲν καὶ Λυδοῖς τὸ πρότερον, τοῖς δ᾽ Ἕλλησιν ὕστερον τοῖς ἐποικήσασιν ἐκ τῆς Αἰολίδος καὶ τῆς Λέσβου. ἔχουσι δὲ νῦν Ἀδραμυττηνοὶ τὸ πλέον: ἐνταῦθα γὰρ καὶ Θήβη καὶ Λυρνησσός, ἐρυμνὸν χωρίον: ἔρημοι δ᾽ ἀμφότεραι: διέχουσι δὲ Ἀδραμυττίου σταδίους μὲν ἑξήκοντα δὲ ὀγδοήκοντα καὶ ὀκτὼ ἐπὶ θάτερα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: