previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5]

δὲ τῶν Ῥοδίων πόλις κεῖται μὲν ἐπὶ τοῦ ἑωθινοῦ ἀκρωτηρίου, λιμέσι δὲ καὶ ὁδοῖς καὶ τείχεσι καὶ τῇ ἄλλῃ κατασκευῇ τοσοῦτον διαφέρει τῶν ἄλλων ὥστ᾽ οὐκ ἔχομεν εἰπεῖν ἑτέραν ἀλλ᾽ οὐδὲ πάρισον, μή τί γε κρείττω ταύτης τῆς πόλεως. θαυμαστὴ δὲ καὶ εὐνομία καὶ ἐπιμέλεια πρός τε τὴν ἄλλην πολιτείαν καὶ τὴν περὶ τὰ ναυτικά, ἀφ᾽ ἧς ἐθαλαττοκράτησε πολὺν χρόνον καὶ τὰ λῃστήρια καθεῖλε καὶ Ῥωμαίοις ἐγένετο φίλη καὶ τῶν βασιλέων τοῖς φιλορωμαίοις τε καὶ φιλέλλησιν: ἀφ᾽ ὧν αὐτόνομός τε διετέλεσε καὶ πολλοῖς ἀναθήμασιν ἐκοσμήθη, κεῖται τὰ μὲν πλεῖστα ἐν τῷ Διονυσίῳ καὶ τῷ γυμνασίῳ, ἄλλα δ᾽ ἐν ἄλλοις τόποις. ἄριστα δὲ τε τοῦ Ἡλίου κολοσσός, ὅν φησιν ποιήσας τὸ ἰαμβεῖον ὅτιἑπτάκις δέκα
Χάρης ἐποίει πηχέων Λίνδιος.
κεῖται δὲ νῦν ὑπὸ σεισμοῦ πεσὼν περικλασθεὶς ἀπὸ τῶν γονάτων: οὐκ ἀνέστησαν δ᾽ αὐτὸν κατά τι λόγιον. τοῦτό τε δὴ τῶν ἀναθημάτων κράτιστοντῶν γοῦν ἑπτὰ θεαμάτων ὁμολογεῖταικαὶ αἱ τοῦ Πρωτογένους γραφαί, τε Ἰάλυσος καὶ Σάτυρος παρεστὼς στύλῳ, ἐπὶ δὲ τῷ στύλῳ πέρδιξ ἐφειστήκει, πρὸς ὃν οὕτως ἐκεχήνεσαν ὡς ἔοικεν οἱ ἄνθρωποι νεωστὶ ἀνακειμένου τοῦ πίνακος, ὥστ᾽ ἐκεῖνον ἐθαύμαζον, δὲ Σάτυρος παρεωρᾶτο καίτοι σφόδρα κατωρθωμένος: ἐξέπληττον δ᾽ ἔτι μᾶλλον οἱ περδικοτρόφοι κομίζοντες τοὺς τιθασοὺς καὶ τιθέντες καταντικρύ: ἐφθέγγοντο γὰρ πρὸς τὴν γραφὴν οἱ πέρδικες καὶ ὠχλαγώγουν. ὁρῶν δὲ Πρωτογένης τὸ ἔργον πάρεργον γεγονὸς ἐδεήθη τῶν τοῦ τεμένους προεστώτων [p. 911] ἐπιτρέψαι παρελθόντα ἐξαλεῖψαι τὸν ὄρνιν καὶ ἐποίησε. δημοκηδεῖς δ᾽ εἰσὶν οἱ Ῥόδιοι καίπερ οὐ δημοκρατούμενοι, συνέχειν δ᾽ ὅμως βουλόμενοι τὸ τῶν πενήτων πλῆθος. σιταρχεῖται δὴ δῆμος καὶ οἱ εὔποροι τοὺς ἐνδεεῖς ὑπολαμβάνουσιν ἔθει τινὶ πατρίῳ, λειτουργίαι τέ τινές εἰσιν ὀψωνιζόμεναι, ὥσθ᾽ ἅμα τόν τε πένητα ἔχειν τὴν διατροφὴν καὶ τὴν πόλιν τῶν χρειῶν μὴ καθυστερεῖν καὶ μάλιστα πρὸς τὰς ναυστολίας. τῶν δὲ ναυστάθμων τινὰ καὶ κρυπτὰ ἦν καὶ ἀπόρρητα τοῖς πολλοῖς, τῷ δὲ κατοπτεύσαντι παρελθόντι εἴσω θάνατος ὥριστο ζημία. κἀνταῦθα δὲ ὥσπερ ἐν Μασσαλίᾳ καὶ Κυζίκῳ τὰ περὶ τοὺς ἀρχιτέκτονας καὶ τὰς ὀργανοποιίας καὶ θησαυροὺς ὅπλων τε καὶ τῶν ἄλλων ἐσπούδασται διαφερόντως, καὶ ἔτι γε τῶν παρ᾽ ἄλλοις μᾶλλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: