previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5] Πολυβίου δ᾽ εἰρηκότος τὸ ἀπὸ Μαλεῶν ἐπὶ τὰς ἄρκτους μέχρι τοῦ Ἴστρου διάστημα περὶ μυρίους σταδίους, εὐθύνει τοῦτο Ἀρτεμίδωρος οὐκ ἀτόπως, ἐπὶ μὲν Αἴγιον χιλίους καὶ τετρακοσίους εἶναι λέγων ἐκ Μαλεῶν ὁδόν, ἐνθένδε εἰς Κίρραν πλοῦν διακοσίων, ἐνθένδε διὰ Ἡρακλείας εἰς Θαυμακοὺς πεντακοσίων ὁδόν, εἶτα εἰς Λάρισαν καὶ τὸν Πηνειὸν τριακοσίων τετταράκοντα, εἶτα διὰ τῶν Τεμπῶν ἐπὶ τὰς Πηνειοῦ ἐκβολὰς διακοσίων τετταράκοντα, εἶτα εἰς τὴν Θεσσαλονίκειαν ἑξακοσίων ἑξήκοντα, ἐντεῦθεν ἐπ᾽ Ἴστρον δι᾽ Εἰδομένης καὶ Στόβων καὶ Δαρδανίων τρισχιλίους καὶ διακοσίους. κατ᾽ ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ τοῦ Ἴστρου ἐπὶ τὰς Μαλέας ἑξακισχιλίων πεντακοσίων. αἴτιον δὲ τούτου τὸ μὴ τὴν σύντομον καταμετρεῖν, ἀλλὰ τὴν τυχοῦσαν ἣν ἐπορεύθη τῶν στρατηγῶν τις. οὐκ ἄτοπον δ᾽ ἴσως καὶ τοὺς οἰκιστὰς προσθεῖναι τῶν τὴν Πελοπόννησον οἰκούντων, οὓς εἶπεν Ἔφορος, τοὺς μετὰ τὴν Ἡρακλειδῶν κάθοδον: Κορίνθου μὲν Ἀλήτην, Σικυῶνος δὲ Φάλκην, Ἀχαΐας δὲ Τισαμενόν, Ἤλιδος δ᾽ Ὄξυλον, Μεσσήνης δὲ Κρεσφόντην, Λακεδαίμονος δ᾽ Εὐρυσθένη καὶ Προκλῆ, Ἄργους δὲ Τήμενον καὶ Κισσόν, τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγραῖον καὶ Δηιφόντην.

[p. 552]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: