previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[25]

συλλήβδην δ᾽ εἰπεῖν, τῆς καθ᾽ ἡμᾶς θαλάττης νοτιώτατον μέν ἐστι σημεῖον τῆς μεγάλης Σύρτεως μυχός, καὶ μετὰ τοῦτον κατ᾽ Αἴγυπτον Ἀλεξάνδρεια καὶ τοῦ Νείλου προχοαί, βορειότατον δὲ τὸ τοῦ Βορυσθένους στόμα: εἰ δὲ καὶ τὴν Μαιῶτιν προστιθείη τῷ πελάγει τιςκαὶ γάρ ἐστιν ὡς ἂν μέρος), τὸ τοῦ Τανάιδος: δυσμικώτατον δὲ κατὰ τὰς στήλας πορθμός, ἑωθινώτατον δ᾽ λεχθεὶς μυχὸς κατὰ Διοσκουριάδα: Ἐρατοσθένης δ᾽ οὐκ εὖ τὸν Ἰσσικὸν κόλπον φησίν. μὲν γὰρ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἵδρυται ἐφ᾽ οὗπερ τε Ἀμισὸς καὶ Θεμίσκυρα: εἰ δὲ βούλει, πρόσλαβε καὶ τὴν Σιδήνην μέχρι Φαρνακείας. ἀπὸ δὲ τούτων τῶν μερῶν πρὸς ἕω πλοῦς ἐστι πλειόνων τρισχιλίων σταδίων εἰς Διοσκουριάδα, ὡς ἔσται [p. 170] μᾶλλον ἐκ τῆς ἐν μέρει περιοδείας φανερόν. μὲν δὴ καθ᾽ ἡμᾶς θάλαττα τοιαύτη τις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: