Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8] ἐπίφθονος δ᾽ ὢν ὁ πλοῦτος δυσφύλακτός ἐστι κἂν ἱερὸς ᾖ. νυνί γέ τοι πενέστατόν ἐστι τὸ ἐν Δελφοῖς ἱερὸν χρημάτων γε χάριν, τῶν δ᾽ ἀναθημάτων τὰ μὲν [p. 593] ἦρται τὰ δὲ πλείω μένει. πρότερον δὲ πολυχρήματον ἦν τὸ ἱερόν, καθάπερ Ὅμηρός τε εἴρηκεν ‘οὐδ᾽ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ,’ καὶ οἱ θησαυροὶ δηλοῦσι καὶ ἡ σύλησις ἡ γενηθεῖσα ὑπὸ τῶν Φωκέων, ἐξ ἧς ὁ Φωκικὸς καὶ ἱερὸς καλούμενος ἐξήφθη πόλεμος. αὕτη μὲν οὖν ἡ σύλησις γεγένηται κατὰ Φίλιππον τὸν Ἀμύντου: προτέραν δ᾽ ἄλλην ὑπονοοῦσιν ἀρχαίαν, ἣ τὸν ὑφ᾽ Ὁμήρου λεγόμενον πλοῦτον ἐξεφόρησεν: οὐδὲ γὰρ ἴχνος αὐτοῦ σωθῆναι πρὸς τοὺς ὕστερον χρόνους ἐν οἷς οἱ περὶ Ὀνόμαρχον καὶ Φάυλλον ἐσύλησαν τὸ ἱερόν, ἀλλὰ τὰ μὲν ... ἀπενεχθέντα νεώτερα ἐκείνων εἶναι τῶν χρημάτων: ἀποκεῖσθαι γὰρ ἐν θησαυροῖς, ἀπὸ λαφύρων ἀνατεθέντα, ἐπιγραφὰς σώζοντα ἐν αἷς καὶ οἱ ἀναθέντες: ‘Γύγου’ γὰρ καὶ ‘Κροίσου’ καὶ ‘Συβαριτῶν’ καὶ ‘Σπινητῶν τῶν περὶ τὸν Ἀδρίαν,’ καὶ οὕτως ἐπὶ τῶν ἄλλων. οὔτ ... ήκοι τὰ παλαιὰ χρήματα ἀναμεμῖχθαι: ὡς καὶ ἄλλοι τόποι διασημαίνουσιν ὑπὸ τούτων σκευωρηθέντες τῶν ἀνδρῶν. ἔνιοι δὲ τὸν ἀφήτορα δεξάμενοι λέγεσθαι θησαυρόν, ἀφήτορος δ᾽ οὐδὸν κατὰ γῆς θησαυρισμόν, ἐν τῷ ναῷ κατορωρύχθαι φασὶ τὸν πλοῦτον ἐκεῖνον, καὶ τοὺς περὶ τὸν Ὀνόμαρχον ἐπιχειρήσαντας ἀνασκάπτειν νύκτωρ σεισμῶν γενομένων μεγάλων ἔξω τοῦ ναοῦ φυγεῖν καὶ παύσασθαι τῆς ἀνασκαφῆς, ἐμβαλεῖν δὲ καὶ τοῖς ἄλλοις φόβον τῆς τοιαύτης ἐπιχειρήσεως.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (5 total)
- Cross-references in general dictionaries to this page
(5):
- LSJ, ἀνα-σκάπτω
- LSJ, ἀνα-σκα^φή
- LSJ, δυσ-φύλακτος
- LSJ, ἐξάπτω
- LSJ, κατ-ορύσσω
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences