previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4]

῾η δ᾽ οὖν χώρα περὶ ἧς λέγομεν εὐδαίμων τέ ἐστι καὶ διαρρεῖται ποταμοῖς μεγάλοις τε καὶ μικροῖς, ἅπασιν ἐκ τῶν ἑωθινῶν μερῶν, παραλλήλοις τῷ Τάγῳ: ἔχουσι δὲ καὶ ἀνάπλους οἱ πλείους καὶ ψῆγμα τοῦ χρυσοῦ πλεῖστον. γνωριμώτατοι δὲ τῶν ποταμῶν ἐφεξῆς τῷ Τάγῳ Μούνδας ἀνάπλους ἔχων μικροὺς καὶ Ὀυακούα ὡσαύτως: μετὰ δὲ τούτους Δούριος μακρόθεν τε ῥέων παρὰ Νομαντίαν καὶ πολλὰς ἄλλας τῶν Κελτιβήρων καὶ Ὀυακκαίων κατοικίας, μεγάλοις τ᾽ ἀναπλεόμενος σκάφεσιν ἐπὶ ὀκτακοσίους σχεδόν τι σταδίους. εἶτ᾽ ἄλλοι ποταμοὶ καὶ μετὰ τούτους τῆς Λήθης, ὃν τινὲς Λιμαίαν οἱ δὲ Βελιῶνα καλοῦσι: καὶ οὗτος δ᾽ ἐκ Κελτιβήρων καὶ Ὀυακκαίων ῥεῖ καὶ μετ᾽ αὐτὸν Βαῖνιςοἱ δὲ Μίνιον φασὶπολὺ μέγιστος τῶν ἐν Λυσιτανίᾳ ποταμῶν ἐπὶ ὀκτακοσίους καὶ αὐτὸς ἀναπλεόμενος σταδίους. Ποσειδώνιος δὲ ἐκ Καντάβρων αὐτὸν ῥεῖν φησί: πρόκειται δὲ τῆς ἐκβολῆς αὐτοῦ νῆσος καὶ χηλαὶ δύο ὅρμους ἔχουσαι. ἐπαινεῖν δ᾽ ἄξιον τὴν φύσιν, ὅτι τὰς ὄχθας ὑψηλὰς ἔχουσιν οἱ ποταμοὶ [p. 208] καὶ ἱκανὰς δέχεσθαι τοῖς ῥείθροις τὴν θάλατταν πλημμυροῦσαν, ὥστε μὴ ὑπερχεῖσθαι μηδ᾽ ἐπιπολάζειν ἐν τοῖς πεδίοις. τῆς μὲν οὖν Βρούτου στρατείας ὅρος οὗτος, περαιτέρω δ᾽ εἰσὶν ἄλλοι πλείους ποταμοὶ παράλληλοι τοῖς λεχθεῖσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: