Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:

Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] οὐ δὴ θαυμάζοι τις ἂν οὔτε τοῦ ποιητοῦ τὰ περὶ τὴν Ὀδυσσέως πλάνην μυθογραφήσαντος τοῦτον τὸν τρόπον, ὥστ᾽ ἔξω στηλῶν ἐν τῷ Ἀτλαντικῷ πελάγει τὰ πολλὰ διαθέσθαι τῶν λεγομένων περὶ αὐτοῦ (τὰ γὰρ ἱστορούμενα ἐγγὺς ἦν καὶ τοῖς τόποις καὶ τοῖς ἄλλοις τῶν ὑπ᾽ ἐκείνου πεπλασμένων, ὥστε οὐκ ἀπίθανον ἐποίει τὸ πλάσμα), οὔτ᾽ εἴ τινες αὐταῖς τε ταύταις ταῖς ἱστορίαις πιστεύσαντες καὶ τῇ πολυμαθείᾳ τοῦ ποιητοῦ καὶ πρὸς ἐπιστημονικὰς ὑποθέσεις ἔτρεψαν τὴν Ὁμήρου ποίησιν, καθάπερ Κράτης τε ὁ Μαλλώτης ἐποίησε καὶ ἄλλοι τινές. οἱ δ᾽ οὕτως ἀγροίκως ἐδέξαντο τὴν ἐπιχείρησιν τὴν τοιαύτην ὥστε οὐ μόνον τὸν ποιητὴν σκαπανέως ἢ θεριστοῦ δίκην ἐκ πάσης τῆς [p. 214] τοιαύτης ἐπιστήμης ἐξέβαλον, ἀλλὰ καὶ τοὺς ἁψαμένους τῆς τοιαύτης πραγματείας μαινομένους ὑπέλαβον: συνηγορίαν δὲ ἢ ἐπανόρθωσιν ἤ τι τοιοῦτον ἕτερον εἰς τὰ λεχθέντα ὑπ᾽ ἐκείνων εἰσενεγκεῖν οὐκ ἐθάρρησεν οὔτε τῶν γραμματικῶν οὔτε τῶν περὶ τὰ μαθήματα δεινῶν οὐδείς. καίτοι ἔμοιγε δοκεῖ δυνατὸν εἶναι καὶ συνηγορῆσαι πολλοῖς τῶν λεχθέντων καὶ εἰς ἐπανόρθωσιν ἄγειν καὶ μάλιστα ταῦτα ὅσα Πυθέας παρεκρούσατο τοὺς πιστεύσαντας αὐτῷ κατὰ ἄγνοιαν τῶν τε ἑσπερίων τόπων καὶ τῶν προσβόρρων τῶν παρὰ τὸν ὠκεανόν. ἀλλὰ ταῦτα μὲν ἐάσθω λόγον ἔχοντα ἴδιον καὶ μακρόν.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (2 total)
- Cross-references in general dictionaries to this page
(2):
- LSJ, μυ_θο-γρα^φέω
- LSJ, σκα^πα^ν-εύς
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences