Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26] δεῖ δὲ καὶ τὰ καθ᾽ ἕκαστα περὶ τῶν ποταμῶν εἰπεῖν ὅσα πρὸς τὴν γεωγραφίαν χρήσιμα καὶ ὅσων ἱστορίαν παρειλήφαμεν. ἄλλως τε γὰρ οἱ ποταμοὶ [p. 971] φυσικοί τινες ὅροι καὶ μεγεθῶν καὶ σχημάτων τῆς χώρας ὄντες ἐπιτηδειότητα πολλὴν παρέχουσι πρὸς ὅλην τὴν νῦν ὑπόθεσιν. ὁ δὲ Νεῖλος καὶ οἱ κατὰ τὴν Ἰνδικὴν πλεονέκτημά τι ἔχουσι παρὰ τοὺς ἄλλους διὰ τὸ τὴν χώραν ἀοίκητον εἶναι χωρὶς αὐτῶν, πλωτὴν ἅμα καὶ γεωργήσιμον οὖσαν, καὶ μήτ᾽ ἐφοδεύεσθαι δυναμένην ἄλλως μήτ᾽ οἰκεῖσθαι τὸ παράπαν. τοὺς μὲν οὖν εἰς τὸν Ἰνδὸν καταφερομένους ἱστοροῦμεν τοὺς ἀξίους μνήμης καὶ τὰς χώρας, δι᾽ ὧν ἡ φορά, τῶν δ᾽ ἄλλων ἐστὶν ἄγνοια πλείων ἢ γνῶσις. Ἀλέξανδρος γὰρ ὁ μάλιστα ταῦτ᾽ ἀνακαλύψας κατ᾽ ἀρχὰς μέν, ἡνίκα οἱ Δαρεῖον δολοφονήσαντες ὥρμησαν ἐπὶ τὴν τῆς Βακτριανῆς ἀπόστασιν, ἔγνω προυργιαίτατον ὂν διώκειν καὶ καταλύειν ἐκείνους. ἧκε μὲν οὖν τῆς Ἰνδικῆς πλησίον δι᾽ Ἀριανῶν, ἀφεὶς δ᾽ αὐτὴν ἐν δεξιᾷ ὑπερέβη τὸν Παροπάμισον εἰς τὰ προσάρκτια μέρη καὶ τὴν Βακτριανήν: καταστρεψάμενος δὲ τἀκεῖ πάντα ὅσα ἦν ὑπὸ Πέρσαις καὶ ἔτι πλείω, τότ᾽ ἤδη καὶ τῆς Ἰνδικῆς ὠρέχθη, λεγόντων μὲν περὶ αὐτῆς πολλῶν οὐ σαφῶς δέ. ἀνέστρεψε δ᾽ οὖν ὑπερθεὶς τὰ αὐτὰ ὄρη κατ᾽ ἄλλας ὁδοὺς ἐπιτομωτέρας ἐν ἀριστερᾷ ἔχων τὴν Ἰνδικήν, εἶτ᾽ ἐπέστρεψεν εὐθὺς ἐπ᾽ αὐτὴν καὶ τοὺς ὅρους τοὺς ἑσπερίους αὐτῆς καὶ τὸν Κώφην ποταμὸν καὶ τὸν Χοάσπην, ὃς εἰς τὸν Κώφην ἐμβάλλει ποταμὸν1 κατὰ Πλημύριον πόλιν, ῥυεὶς παρὰ * Γώρυδι ἄλλην πόλιν, καὶ διεξιὼν τήν τε Βανδοβηνὴν καὶ τὴν Γανδαρῖτιν. ἐπυνθάνετο δ᾽ οἰκήσιμον εἶναι μάλιστα καὶ εὔκαρπον τὴν ὀρεινὴν καὶ προσάρκτιον: τὴν δὲ νότιον τὴν μὲν ἄνυδρον τὴν δὲ ποταμόκλυστον καὶ τελέως ἔκπυρον, θηρίοις τε μᾶλλον ἢ ἀνθρώποις σύμμετρον. ὥρμησεν [p. 972] οὖν τὴν ἐπαινουμένην κατακτᾶσθαι πρότερον, ἅμα καὶ τοὺς ποταμοὺς εὐπερατοτέρους νομίσας τῶν πηγῶν πλησίον, οὓς ἀναγκαῖον ἦν διαβαίνειν, ἐπικαρσίους ὄντας καὶ τέμνοντας ἣν ἐπῄει γῆν. ἅμα δὲ καὶ ἤκουσεν εἰς ἓν πλείους συνιόντας ῥεῖν, καὶ τοῦτ᾽ ἀεὶ καὶ μᾶλλον συμβαῖνον ὅσῳ πλεῖον εἰς τὸ πρόσθεν προΐοιεν, ὥστ᾽ εἶναι δυσπερατοτέραν, καὶ ταῦτα ἐν πλοίων ἀπορίᾳ. δεδιὼς οὖν τοῦτο διέβη τὸν Κώφην, καὶ κατεστρέφετο τὴν ὀρεινὴν ὅση ἐτέτραπτο πρὸς ἕω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.