Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:

Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10] ῎ετι δ᾽ ὑπὲρ τούτων ὡς πρὸς μεσημβρίαν οἱ κυναμολγοί, ὑπὸ δὲ τῶν ἐντοπίων ἄγριοι καλούμενοι, κατάκομοι, καταπώγωνες, κύνας ἐκτρέφοντες εὐμεγέθεις, οἷς θηρεύουσι τοὺς ἐπερχομένους ἐκ τῆς πλησιοχώρου βόας Ἰνδικούς, εἴθ᾽ ὑπὸ θηρίων ἐξελαυνομένους εἴτε σπάνει νομῆς: ἡ δ᾽ ἔφοδος αὐτῶν ἀπὸ θερινῶν [p. 1077] τροπῶν μέχρι μέσου χειμῶνος. τῷ δ᾽ Ἀντιφίλου λιμένι ἑξῆς ἔστι λιμὴν καλούμενος κολοβῶν ἄλσος καὶ Βερενίκη πόλις ἡ κατὰ Σαβὰς καὶ Σαβαί, πόλις εὐμεγέθης, εἶτα τὸ τοῦ Εὐμένους ἄλσος. ὑπέρκειται δὲ πόλις Δάραδα καὶ κυνήγιον ἐλεφάντων τὸ πρὸς τῷ φρέατι καλούμενον: κατοικοῦσι δ᾽ ἐλεφαντοφάγοι, τὴν θήραν ποιούμενοι τοιαύτην: ἀπὸ τῶν δένδρων ἰδόντες ἀγέλην διὰ τοῦ δρυμοῦ φερομένην τῇ μὲν οὐκ ἐπιτίθενται, τοὺς δ᾽ ἀποπλανηθέντας ἐκ τῶν ὄπισθεν λάθρᾳ προσιόντες νευροκοποῦσι: τινὲς δὲ καὶ τοξεύμασιν ἀναιροῦσιν αὐτοὺς χολῇ βεβαμμένοις ὄφεων: ἡ δὲ τοξεία διὰ τριῶν ἀνδρῶν συντελεῖται, τῶν μὲν κατεχόντων τὸ τόξον καὶ προβεβηκότων τοῖς ποσί, τοῦ δ᾽ ἕλκοντος τὴν νευράν: ἄλλοι δὲ σημειωσάμενοι τὰ δένδρα οἷς εἰώθασι προσαναπαύεσθαι, προσιόντες ἐκ θατέρου μέρους τὸ στέλεχος ὑποκόπτουσιν: ἐπὰν οὖν προσιὸν τὸ θηρίον ἀποκλίνῃ πρὸς αὐτό, πεσόντος τοῦ δένδρου πίπτει καὶ αὐτό, ἀναστῆναι δὲ μὴ δυναμένου διὰ τὸ τὰ σκέλη διηνεκὲς ὀστοῦν ἔχειν καὶ ἀκαμπές, καταπηδήσαντες ἀπὸ τῶν δένδρων ἀνατέμνουσιν αὐτό: τοὺς δὲ κυνηγοὺς οἱ νομάδες ἀκαθάρτους καλοῦσιν.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (6 total)
- Cross-references in general dictionaries to this page
(6):
- LSJ, ἐλεφαντο-φάγος
- LSJ, καταπώγων
- LSJ, νευρο-κοπέω
- LSJ, προσανα-παύω
- LSJ, τοξ-εία
- LSJ, ὑποκόπτω
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences