previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[55]

ἐκ δὲ τῆς Σκήψεως καὶ Δημήτριος ἔστιν οὗ μεμνήμεθα πολλάκις, τὸν Τρωικὸν διάκοσμον [p. 853] ἐξηγησάμενος γραμματικός, κατὰ τὸν αὐτὸν χρόνον γεγονὼς Κράτητι καὶ Ἀριστάρχῳ: καὶ μετὰ τοῦτον Μητρόδωρος, ἀνὴρ ἐκ τοῦ φιλοσόφου μεταβεβληκὼς ἐπὶ τὸν πολιτικὸν βίον καὶ ῥητορεύων τὸ πλέον ἐν τοῖς συγγράμμασιν: ἐχρήσατο δὲ φράσεώς τινι χαρακτῆρι καινῷ καὶ κατεπλήξατο πολλούς: διὰ δὲ τὴν δόξαν ἐν Χαλκηδόνι γάμου λαμπροῦ πένης ὢν ἔτυχε καὶ ἐχρημάτιζε Χαλκηδόνιος: Μιθριδάτην δὲ θεραπεύσας τὸν Εὐπάτορα συναπῆρεν εἰς τὸν Πόντον ἐκείνῳ μετὰ τῆς γυναικὸς καὶ ἐτιμήθη διαφερόντως, ταχθεὶς ἐπὶ τῆς δικαιοδοσίας, ἀφ᾽ ἧς οὐκ ἦν τῷ κριθέντι ἀναβολὴ τῆς δίκης ἐπὶ τὸν βασιλέα. οὐ μέντοι διηυτύχησεν, ἀλλ᾽ ἐμπεσὼν εἰς ἔχθραν ἀδικωτέρων ἀνθρώπων ἀπέστη τοῦ βασιλέως κατὰ τὴν πρὸς Τιγράνην τὸν Ἀρμένιον πρεσβείαν: δ᾽ ἄκοντα ἀνέπεμψεν αὐτὸν τῷ Εὐπάτορι, φεύγοντι ἤδη τὴν προγονικήν, κατὰ δὲ τὴν ὁδὸν κατέστρεψε τὸν βίον εἴθ᾽ ὑπὸ τοῦ βασιλέως εἴθ᾽ ὑπὸ νόσου: λέγεται γὰρ ἀμφότερα. περὶ μὲν τῶν Σκηψίων ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: