previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[21]

μεσοποταμία δ᾽ ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασται: εἴρηται δ᾽ ὅτι κεῖται τοῦ Εὐφράτου μεταξὺ καὶ τοῦ Τίγριος καὶ διότι μὲν Τίγρις τὸ ἑωθινὸν αὐτῆς μόνον κλύζει πλευρόν, τὸ δ᾽ ἑσπέριον καὶ νότιον Εὐφράτης: πρὸς ἄρκτον δὲ Ταῦρος τοὺς Ἀρμενίους διορίζων ἀπὸ τῆς Μεσοποταμίας. τὸ μὲν οὖν μέγιστον ἀφίστανται διάστημα ἀπ᾽ ἀλλήλων τὸ πρὸς τοῖς ὄρεσίν ἐστι: τοῦτο δ᾽ ἂν εἴη τὸ αὐτὸ ὅπερ εἴρηκεν Ἐρατοσθένης, τὸ ἀπὸ Θαψάκου, καθ᾽ ἦν τὸ ζεῦγμα τοῦ Εὐφράτου τὸ παλαιόν, ἐπὶ τὴν τοῦ Τίγριος διάβασιν, καθ᾽ ἣν διέβη Ἀλέξανδρος αὐτόν, δισχιλίων τετρακοσίων: τὸ δ᾽ ἐλάχιστον μικρῷ πλέον τῶν διακοσίων κατὰ Σελεύκειάν που καὶ Βαβυλῶνα. διαρρεῖ δ᾽ Τίγρις τὴν Θωπῖτιν καλουμένην λίμνην κατὰ πλάτος μέσην: περαιωθεὶς δ᾽ ἐπὶ θάτερον χεῖλος κατὰ γῆς δύεται μετὰ πολλοῦ ψόφου καὶ ἀναφυσημάτων, ἐπὶ πολὺ δ᾽ ἐνεχθεὶς ἀφανὴς ἀνίσχει πάλιν οὐ πολὺ ἄπωθεν τῆς Γορδυαίας: οὕτω δὲ σφοδρῶς διεκβάλλει τὴν λίμνην, ὥς φησιν Ἐρατοσθένης, ὥστε ἁλμυρὰν αὐτὴν [p. 1041] οὖσαν καὶ ἄνιχθυν γλυκεῖαν κατὰ τοῦτ᾽ εἶναι τὸ μέρος καὶ ῥοώδη καὶ ἰχθύων πλήρη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: