previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[18]

μετὰ δὲ τὸν Κάνωβον ἔστι τὸ Ἡράκλειον Ἡρακλέους ἔχον ἱερόν: εἶτα τὸ Κανωβικὸν στόμα καὶ ἀρχὴ τοῦ Δέλτα. τὰ δ᾽ ἐν δεξιᾷ τῆς Κανωβικῆς διώρυγος Μενελαΐτης ἐστὶ νομὸς ἀπὸ τοῦ ἀδελφοῦ τοῦ πρώτου Πτολεμαίου καλούμενος, οὐ μὰ Δία ἀπὸ τοῦ ἥρωος, ὡς ἔνιοί φασιν ὧν καὶ Ἀρτεμίδωρος. μετὰ δὲ τὸ Κανωβικὸν στόμα ἔστι τὸ Βολβιτικόν, εἶτα τὸ Σεβεννυτικὸν καὶ τὸ Φατνιτικόν, τρίτον ὑπάρχον τῷ μεγέθει παρὰ τὰ πρῶτα δύο, οἷς ὥρισται τὸ Δέλτα: καὶ γὰρ οὐ πόρρω τῆς κορυφῆς σχίζεται εἰς τὸ ἐντὸς τοῦ Δέλτα. τῷ δὲ Φατνιτικῷ συνάπτει τὸ Μενδήσιον, εἶτα τὸ Τανιτικὸν καὶ τελευταῖον τὸ Πηλουσιακόν. ἔστι δὲ καὶ ἄλλα τούτων μεταξὺ ὡς ἂν ψευδοστόματα ἀσημότερα. ἔχει μὲν οὖν εἰσαγωγὰς τὰ στόματα, ἀλλ᾽ οὐκ εὐφυεῖς οὐδὲ μεγάλοις πλοίοις ἀλλ᾽ ὑπηρετικοῖς διὰ τὸ βραχέα εἶναι καὶ ἑλώδη. μάλιστα μέντοι τῷ Κανωβικῷ στόματι ἐχρῶντο ὡς ἐμπορίῳ, τῶν κατ᾽ [p. 1118] Ἀλεξάνδρειαν λιμένων ἀποκεκλειμένων, ὡς προείπομεν. μετὰ δὲ τὸ Βολβίτινον στόμα ἐπὶ πλέον ἔκκειται ταπεινὴ καὶ ἀμμώδης ἄκρα: καλεῖται δὲ Ἀγνοῦ κέρας: εἶθ᾽ Περσέως σκοπὴ καὶ τὸ Μιλησίων τεῖχος: πλεύσαντες γὰρ ἐπὶ Ψαμμιτίχου τριάκοντα ναυσὶ Μιλήσιοικατὰ Κυαξάρη δ᾽ οὗτος ἦν τὸν Μῆδονκατέσχον εἰς τὸ στόμα τὸ Βολβίτινον, εἶτ᾽ ἐκβάντες ἐτείχισαν τὸ λεχθὲν κτίσμα: χρόνῳ δ᾽ ἀναπλεύσαντες εἰς τὸν Σαϊτικὸν νομὸν καταναυμαχήσαντες Ἰνάρων πόλιν ἔκτισαν Ναύκρατιν οὐ πολὺ τῆς Σχεδίας ὕπερθεν. μετὰ δὲ τὸ τῶν Μιλησίων τεῖχος ἐπὶ τὸ Σεβεννυτικὸν προϊόντι στόμα λίμναι εἰσίν, ὧν ἑτέρα Βουτικὴ καλεῖται ἀπὸ Βούτου πόλεως, καὶ Σεβεννυτικὴ δὲ πόλις καὶ Σάις, μητρόπολις τῆς κάτω χώρας, ἐν τιμῶσι τὴν Ἀθηνᾶν: ἐν δὲ τῷ ἱερῷ αὐτῆς θήκη κεῖται τοῦ Ψαμμιτίχου: περὶ δὲ τὴν Βοῦτον καὶ Ἑρμοῦ πόλις ἐν νήσῳ κειμένη: ἐν δὲ τῇ Βούτῳ Λητοῦς ἐστι μαντεῖον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: