previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[21]

μεταξὺ δὲ Λευκάδος καὶ τοῦ Ἀμβρακικοῦ κόλπου λιμνοθάλαττά ἐστι Μυρτούντιον λεγομένη. ἀπὸ δὲ Λευκάδος ἑξῆς Πάλαιρος καὶ Ἀλυζία τῆς Ἀκαρνανίας εἰσὶ πόλεις, ὧν Ἀλυζία πεντεκαίδεκα ἀπὸ θαλάττης διέχει σταδίους, καθ᾽ ἥν ἐστι λιμὴν Ἡρακλέους ἱερὸς καὶ τέμενος, ἐξ οὗ τοὺς Ἡρακλέους ἄθλους, ἔργα Λυσίππου, μετήνεγκεν εἰς Ῥώμην τῶν ἡγεμόνων τις, παρὰ τόπον κειμένους διὰ τὴν ἐρημίαν. εἶτα ἄκρα Κριθώτη καὶ αἱ Ἐχινάδες καὶ πόλις Ἀστακός, ὁμώνυμος τῇ περὶ Νικομήδειαν καὶ τὸν Ἀστακηνὸν κόλπον1καὶ Κριθώτη δ᾽ ὁμώνυμος πολίχνη τῶν ἐν τῇ Θρᾳκίᾳ Χερρονήσῳ): πάντα δ᾽ εὐλίμενα τὰ μεταξύ: εἶτ᾽ Οἰνιάδαι καὶ Ἀχελῶος: εἶτα λίμνη τῶν Οἰνιαδῶν Μελίτη καλουμένη, μῆκος μὲν ἔχουσα τριάκοντα σταδίων πλάτος δὲ εἴκοσι, καὶ ἄλλη Κυνία διπλασία ταύτης καὶ μῆκος καὶ πλάτος, τρίτη δ᾽ Οὐρία πολλῷ τούτων μικροτέρα: μὲν οὖν Κυνία καὶ ἐκδίδωσιν εἰς τὴν θάλατταν, αἱ λοιπαὶ δ᾽ ὑπέρκεινται ὅσον ἡμιστάδιον: εἶθ᾽ Εὔηνος, εἰς ὃν ἀπὸ τοῦ Ἀκτίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα: μετὰ δὲ τὸν Εὔηνον τὸ ὄρος Χαλκίς, ἣν Χαλκίαν εἴρηκεν Ἀρτεμίδωρος: εἶθ᾽ Πλευρών, εἶθ᾽ Ἁλίκυρνα κώμη, ἧς ὑπέρκειται Καλυδὼν ἐν τῇ μεσογαίᾳ σταδίοις τριάκοντα: περὶ δὲ τὴν Καλυδῶνά ἐστι τὸ τοῦ Λαφρίου Ἀπόλλωνος ἱερόν: εἶθ᾽ [p. 647] Ταφιασσὸς τὸ ὄρος, εἶτα Μακυνία πόλις, εἶτα Μολύκρεια καὶ πλησίον τὸ Ἀντίρριον τὸ τῆς Αἰτωλίας ὅριον καὶ τῆς Λοκρίδος, εἰς ἀπὸ τοῦ Εὐήνου στάδιοι περὶ ἑκατὸν εἴκοσιν. Ἀρτεμίδωρος μὲν οὐχ οὕτω περὶ τῆς εἴτε Χαλκίδος εἴτε Χαλκίας τοῦ ὄρους, μεταξὺ τοῦ Ἀχελώου καὶ τῆς Πλευρῶνος ἱδρύων αὐτήν, Ἀπολλόδωρος δέ, ὡς πρότερον εἶπον, ὑπὲρ τῆς Μολυκρείας καὶ τὴν Χαλκίδα καὶ τὸν Ταφιασσόν: καὶ τὴν δὲ Καλυδῶνα μεταξὺ ἱδρῦσθαί φησι τῆς τε Πλευρῶνος καὶ τῆς Χαλκίδος: εἰ μὴ ἄρα ἕτερον θετέον τὸ πρὸς Πλευρῶνι ὄρος Χαλκίαν καλούμενον, ἕτερον δὲ τὴν Χαλκίδα τὴν πρὸς Μολυκρείᾳ. ἔστι δέ τις καὶ πρὸς τῇ Καλυδῶνι λίμνη μεγάλη καὶ εὔοψος, ἣν ἔχουσιν οἱ ἐν Πάτραις Ῥωμαῖοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: