previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[12]

καὶ τοῦτο δὲ δοκεῖ ὑπεναντιότητά τινα δηλοῦναὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται.
1χθαμαλὴ μὲν γὰρ ταπεινὴ καὶ χαμηλή, πανυπερτάτη δὲ [p. 640] ὑψηλή, οἵαν διὰ πλειόνων σημαίνει, Κραναὴν καλῶν: καὶ τὴν ὁδὸν τὴν ἐκ τοῦ λιμένοςτρηχεῖαν ἀταρπὸν
χῶρον ἀν᾽ ὑλήεντα
2καίοὐ γάρ τις νήσων εὐδείελος, οὐδ᾽ εὐλείμων,
αἵ θ᾽ ἁλὶ κεκλίαται: Ἰθάκη δέ τε καὶ περὶ πασέων.
3ἔχει μὲν οὖν ἀπεμφάσεις τοιαύτας φράσις, ἐξηγοῦνται δὲ οὐ κακῶς: οὔτε γὰρ χθαμαλὴν δέχονται ταπεινὴν ἐνταῦθα, ἀλλὰ πρόσχωρον τῇ ἠπείρῳ ἐγγυτάτω οὖσαν αὐτῆς: οὔτε πανυπερτάτην ὑψηλοτάτην ἀλλὰ πανυπερτάτην πρὸς ζόφον, οἷον ὑπὲρ πάσας ἐσχάτην τετραμμένην πρὸς ἄρκτον: τοῦτο γὰρ βούλεται λέγειν τὸ πρὸς ζόφον, τὸ δ᾽ ἐναντίον πρὸς νότοναἱ δέ τ᾽ ἄνευθε πρὸς ἠῶ τ᾽ ἠέλιόν τε.
4 τὸ γὰρ ἄνευθε πόρρω καὶ χωρὶς ἔστιν, ὡς τῶν μὲν ἄλλων πρὸς νότον κεκλιμένων καὶ ἀπωτέρω τῆς ἠπείρου, τῆς δ᾽ Ἰθάκης ἐγγύθεν καὶ πρὸς ἄρκτον. ὅτι δ᾽ οὕτω λέγει τὸ νότιον μέρος καὶ ἐν τοῖσδε φανερόνεἴτ᾽ ἐπὶ δεξί᾽ ἴωσι, πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,
εἴτ᾽ ἐπ᾽ ἀριστερὰ τοί γε, ποτὶ ζόφον ἠερόεντα
5καὶ ἔτι μᾶλλον ἐν τοῖσδε φίλοι, οὐ γάρ τ᾽ ἴδμεν, ὅπη ζόφος, οὐδ᾽ ὅπη ἠώς,
οὐδ᾽ ὅπη ἠέλιος φαεσίμβροτος εἶσ᾽ ὑπὸ γαῖαν,
οὐδ᾽ ὅπη ἀννεῖται.
6ἔστι μὲν γὰρ δέξασθαι τὰ τέτταρα κλίματα τὴν ἠῶ δεχομένους τὸ νότιον μέρος, ἔχει τέ τινα τοῦτ᾽ ἔμφασιν: ἀλλὰ βέλτιον τὸ κατὰ τὴν πάροδον τοῦ ἡλίου νοεῖν ἀντιτιθέμενον τῷ ἀρκτικῷ μέρει: ἐξάλλαξιν γάρ τινα τῶν οὐρανίων πολλὴν βούλεται σημαίνειν λόγος, οὐχὶ ψιλὴν ἐπίκρυψιν τῶν κλιμάτων. δεῖ γὰρ κατὰ πάντα συννεφῆ καιρόν, ἄν θ᾽ ἡμέρας ἄν τε νύκτωρ συμβῇ, παρακολουθεῖν: τὰ δ᾽ οὐράνια ἐξαλλάττει ἐπὶ πλέον τῷ πρὸς μεσημβρίαν μᾶλλον ἧττον παραχωρεῖν ἡμᾶς εἰς τοὐναντίον. τοῦτο δὲ οὐ δύσεως καὶ ἀνατολῆς ἐγκαλύψεις ποιεῖκαὶ γὰρ αἰθρίας οὔσης συμβαίνει), ἀλλὰ μεσημβρίας καὶ ἄρκτου. μάλιστα [p. 641] γὰρ ἀρκτικός ἐστιν πόλος: τούτου δὲ κινουμένου, καὶ ποτὲ μὲν κατὰ κορυφὴν ἡμῖν γινομένου ποτὲ δὲ ὑπὸ γῆς ὄντος, καὶ οἱ ἀρκτικοὶ συμμεταβάλλουσι, ποτὲ δὲ συνεκλείπουσι κατὰ τὰς τοιαύτας παραχωρήσεις, ὥστε οὐκ ἂν εἰδείης ὅπου ἐστὶ τὸ ἀρκτικὸν κλίμα, οὐδ᾽ εἰ ἀρχὴν ἐστίν: εἰ δὲ τοῦτο, οὐδὲ τοὐναντίον ἂν γνοίης. κύκλος δὲ τῆς Ἰθάκης ἐστὶν ὡς ὀγδοήκοντα σταδίων. περὶ μὲν Ἰθάκης ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: