previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5]

νέαρχος δὲ τὸν παράπλουν τῆς Σουσίδος τεναγώδη φήσας πέρας αὐτοῦ λέγει τὸν Εὐφράτην ποταμόν: πρὸς δὲ τῷ στόματι κώμην οἰκεῖσθαι τὴν ὑποδεχομένην τὰ ἐκ τῆς Ἀραβίας φορτία: συνάπτειν γὰρ ἐφεξῆς τὴν τῶν Ἀράβων παραλίαν τῷ στόματι τοῦ Εὐφράτου καὶ τοῦ Πασιτίγριος, τὸ δὲ μεταξὺ πᾶν ἐπέχειν λίμνην τὴν ὑποδεχομένην τὸν Τίγριν. ἀναπλεύσαντι δὲ τῷ Πασιτίγρει σταδίους πεντήκοντα καὶ ἑκατὸν τὴν σχεδίαν εἶναι τὴν ἄγουσαν ἐπὶ Σούσων ἐκ τῆς Περσίδος, ἀπέχουσαν Σούσων σταδίους * ἑξήκοντα: τὸν δὲ Πασίτιγριν ἀπὸ τοῦ Ὀροάτιδος διέχειν περὶ δισχιλίους σταδίους: διὰ δὲ τῆς λίμνης ἐπὶ τὸ στόμα τοῦ Τίγριος τὸν ἀνάπλουν εἶναι σταδίων ἑξακοσίων: πλησίον δὲ τοῦ στόματος κώμην οἰκεῖσθαι * τὴν Σουσιανὴν διέχουσαν τῶν Σούσων σταδίους πεντακοσίους: ἀπὸ δὲ τοῦ στόματος τοῦ Εὐφράτου καὶ μέχρι Βαβυλῶνος τὸν ἀνάπλουν εἶναι διὰ γῆς οἰκουμένης καλῶς σταδίων πλειόνων τρισχιλίων. Ὀνησίκριτος δὲ πάντας φησὶν ἐκβάλλειν εἰς τὴν λίμνην τόν τε Εὐφράτην καὶ τὸν Τίγριν, ἐκπεσόντα δὲ πάλιν τὸν Εὐφράτην ἐκ τῆς λίμνης ἰδίῳ στόματι πρὸς τὴν θάλατταν συνάπτειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: