previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

δὲ ποιητὴς εἰς τέτταρα μέρη διελὼν τήνδε τὴν χώραν, τέτταρας δὲ καὶ τοὺς ἡγεμόνας εἰπών, οὐ σαφῶς εἴρηκενοἳ δ᾽ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον,
ὅσσον ἐφ᾽ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα [p. 484]
πέτρη τ᾽ Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει,
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ᾽ ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί: πολέες δ᾽ ἔμβαινον Ἐπειοί.
1τῷ μὲν γὰρ Ἐπειοὺς ἀμφοτέρους προσαγορεύειν τούς τε Βουπρασιεῖς καὶ τοὺς Ἠλείους, Ἠλείους δὲ μηκέτι καλεῖν τοὺς Βουπρασιεῖς, οὐ τὴν Ἠλείαν δόξειεν ἂν εἰς τέτταρα μέρη διαιρεῖν, ἀλλὰ τὴν τῶν Ἐπειῶν, ἣν εἰς δύο μέρη διεῖλε πρότερον: οὐδ᾽ ἂν μέρος εἴη τῆς Ἤλιδος τὸ Βουπράσιον, ἀλλὰ τῶν Ἐπειῶν μᾶλλον. ὅτι γὰρ Ἐπειοὺς καλεῖ τοὺς Βουπρασίους, δῆλονὡς ὁπότε κρείοντ᾽ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
Βουπρασίῳ2.
3 πάλιν δὲ τῷ συγκαταριθμεῖσθαι Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν λέγοντα, εἶτ᾽ εἰς τέτταρας διαιρεῖν μερίδας, ὡς ἂν κοινῷ δοκεῖ τῷ τε Βουπρασίῳ καὶ τῇ Ἤλιδι αὐτὰς ὑποτάττειν. ἦν δ᾽, ὡς ἔοικε, κατοικία τῆς Ἠλείας τὸ Βουπράσιον ἀξιόλογος, νῦν οὐκέτ᾽ ἐστίν: δὲ χώρα καλεῖται μόνον οὕτως ἐπὶ τῆς ὁδοῦ τῆς ἐπὶ Δύμην ἐξ Ἤλιδος τῆς νῦν πόλεως. ὑπολάβοι δ᾽ ἄν τις καὶ ὑπεροχήν τινα ἔχειν τότε τὸ Βουπράσιον παρὰ τὴν Ἦλιν, ὥσπερ καὶ οἱ Ἐπειοὶ παρὰ τούτους: ὕστερον δ᾽ ἀντ᾽ Ἐπειῶν Ἠλεῖοι ἐκλήθησαν. καὶ τὸ Βουπράσιον μὲν δὴ μέρος ἦν τῆς Ἤλιδος. ποιητικῷ δέ τινι σχήματι συγκαταλέγειν τὸ μέρος τῷ ὅλῳ φασὶ τὸν Ὅμηρον, ὡς τόἀν᾽ Ἑλλάδα καὶ μέσον Ἄργος
4 καίἀν᾽ Ἑλλάδα τε Φθίην τε
5; καὶΚουρῆτές τ᾽ ἐμάχοντο καὶ Αἰτωλοί,
6 καὶοἱ δ᾽ ἐκ Δουλιχίοιο Ἐχινάων θ᾽ ἱεράων.
7 καὶ γὰρ τὸ Δουλίχιον τῶν Ἐχινάδων. χρῶνται δὲ καὶ οἱ νεώτεροι: Ἱππῶναξ μένΚυπρίων βέκος φαγοῦσι καὶ Ἀμαθουσίων πυρόν:
8 Κύπριοι γὰρ καὶ οἱ Ἀμαθούσιοι: καὶ [p. 485] Ἀλκμὰν δέΚύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν
9 καὶ Αἰσχύλος

Κύπρου Πάφου τ᾽ ἔχουσα πάντα κλῆρον.

εἰ δ᾽ οὐκ εἴρηκεν Ἠλείους τοὺς Βουπρασίους, οὐδ᾽ ἄλλα πολλὰ τῶν ὄντων, φήσομεν: ἀλλὰ τοῦτ᾽ οὐκ ἔστιν ἀπόδειξις τοῦ μὴ εἶναι, ἀλλὰ τοῦ μὴ εἰπεῖν μόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: