previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2]

εἶθ᾽ Κέστρος ποταμός, ὃν ἀναπλεύσαντι σταδίους ἑξήκοντα Πέργη πόλις καὶ πλησίον ἐπὶ μετεώρου τόπου τὸ τῆς Περγαίας Ἀρτέμιδος ἱερόν, ἐν πανήγυρις κατ᾽ ἔτος συντελεῖται. εἶθ᾽ ὑπὲρ τῆς θαλάττης ὅσον τετταράκοντα Σύλλιον πόλις ἐστὶν ὑψηλὴ τοῖς ἐκ Πέργης ἔποπτος: εἶτα λίμνη εὐμεγέθης Καπρία καὶ μετὰ ταῦτα Εὐρυμέδων ποταμός, ὃν ἀναπλεύσαντι ἑξήκοντα σταδίους Ἄσπενδος πόλις εὐανδροῦσα ἱκανῶς, Ἀργείων κτίσμα: ὑπέρκειται δὲ ταύτης Πετνηλισσός: εἶτ᾽ ἄλλος ποταμὸς καὶ νησία προκείμενα πολλά: εἶτα Σίδη Κυμαίων ἄποικος: ἔχει δ᾽ Ἀθηνᾶς ἱερόν. πλησίον δ᾽ ἐστὶ καὶ Κιβυρατῶν παραλία τῶν μικρῶν: εἶθ᾽ Μέλας ποταμὸς καὶ ὕφορμος: εἶτα Πτολεμαῒς πόλις: καὶ μετὰ ταῦθ᾽ οἱ ὅροι τῆς Παμφυλίας καὶ τὸ Κορακήσιον, ἀρχὴ τῆς τραχείας Κιλικίας. δὲ παράπλους ἅπας Παμφύλιος στάδιοί εἰσιν ἑξακόσιοι τεσσαράκοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: