Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13] μάρτυρες δ᾽ οἱ ποιηταὶ τῶν τοιούτων ὑπονοιῶν: ὅ τε γὰρ Πίνδαρος ἐν τῷ διθυράμβῳ οὗ ἡ ἀρχή“ πρὶν μὲν εἷρπε σχοινοτένεια τ᾽ ἀοιδὰ
διθυράμβων,
” [p. 660] μνησθεὶς τῶν περὶ τὸν Διόνυσον ὕμνων τῶν τε παλαιῶν καὶ τῶν ὕστερον, μεταβὰς ἀπὸ τούτων φησί“ σοὶ μὲν κατάρχειν,
μᾶτερ μεγάλα, πάρα ῥόμβοι κυμβάλων,
ἐν δὲ κεχλάδειν κρόταλ᾽, αἰθομένα τε
δᾲς ὑπὸ ξανθαῖσι πεύκαις,
” τὴν κοινωνίαν τῶν περὶ τὸν Διόνυσον ἀποδειχθέντων νομίμων παρὰ τοῖς Ἕλλησι καὶ τῶν παρὰ τοῖς Φρυξὶ περὶ τὴν μητέρα τῶν θεῶν συνοικειῶν ἀλλήλοις. Εὐριπίδης τε ἐν ταῖς Βάκχαις τὰ παραπλήσια ποιεῖ, τοῖς Φρυγίοις ἅμα καὶ τὰ Λύδια συμφέρων διὰ τὸ ὅμορον“ ἀλλ᾽ ὦ λιποῦσαι Τμῶλον, ἔρυμα Λυδίας,
θίασος ἐμὸς γυναῖκες, ἃς ἐκ βαρβάρων
ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,
αἴρεσθε τἀπιχώρι᾽ ἐν πόλει Φρυγῶν
τύμπανα, Ῥέας τε μητρὸς ἐμά θ᾽ εὑρήματα
”1καὶ πάλιν“ ὦ μάκαρ, ὅστις εὐδαίμων τελετὰς θεῶν
εἰδώς, βιοτὰν ἁγιστεύει.
τά τε ματρὸς μεγάλας ὄργια Κυβέλας θεμιστεύων
ἀνὰ θύρσον τε τινάσσων, κισσῷ τε στεφανωθεὶς
Διόνυσον θεραπεύει.
ἴτε Βάκχαι, ἴτε Βάκχαι, βρόμιον παῖδα θεὸν θεοῦ
Διόνυσον κατάγουσαι Φρυγίων ἐξ ὀρέων
Ἑλλάδος εἰς εὐρυχόρους ἀγυιάς.
”2πάλιν δ᾽ ἐν τοῖς ἑξῆς καὶ τὰ Κρητικὰ συμπλέκει τούτοις“ ὦ θαλάμευμα Κουρήτων, ζάθεοί τε Κρήτας
διογενέτορες ἔναυλοι,
ἔνθα τρικόρυθες ἄντροις
βυρσότονον κύκλωμα τόδε
μοι Κορύβαντες εὗρον.
ἀνὰ δὲ βακχεῖα συντόνῳ
κέρασαν ἁδυβόᾳ Φρυγίων
αὐλῶν πνεύματι, ματρός τε Ῥέας
εἰς χέρα θῆκαν κτύπον εὐάσμασι Βακχᾶν,
παρὰ δὲ μαινόμενοι Σάτυροι
ματέρος ἐξανύσαντο Ῥέας.
εἰς δὲ χορεύματα
προσῆψαν τριετηρίδων,
αἷς χαίρει Διόνυσος.
”3καὶ ἐν Παλαμήδει φησὶν ὁ χορός“ Θύσαν Διονύσου
κόραν, ὃς ἀν᾽ Ἴδαν
τέρπεται σὺν ματρὶ φίλᾳ
τυμπάνων ἐπ᾽ ἰακχαῖς.
”4
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.