previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

τῆς δὲ χερρονήσου, πλὴν τῆς ὀρεινῆς τῆς ἐπὶ τῇ θαλάττῃ μέχρι Θεοδοσίας, γε ἄλλη πεδιὰς καὶ εὔγεώς ἐστι πᾶσα, σίτῳ δὲ καὶ σφόδρα εὐτυχής, τριακοντάχουν ἀποδιδοῦσα διὰ τοῦ τυχόντος ὀρυκτοῦ σχιζομένη. φόρον τε ἐτέλουν ὀκτωκαίδεκα μυριάδας μεδίμνων Μιθριδάτῃ, τάλαντα δ᾽ ἀργυρίου διακόσια σὺν τοῖς Ἀσιανοῖς χωρίοις τοῖς περὶ τὴν Σινδικήν. κἀν τοῖς πρόσθεν χρόνοις ἐντεῦθεν ἦν τὰ σιτοπομπεῖα τοῖς Ἕλλησι, καθάπερ ἐκ τῆς λίμνης αἱ ταριχεῖαι. Λεύκωνα δέ φασιν ἐκ τῆς Θεοδοσίας Ἀθηναίοις πέμψαι μυριάδας μεδίμνων διακοσίας καὶ δέκα. οἱ δ᾽ αὐτοὶ οὗτοι καὶ γεωργοὶ ἐκαλοῦντο ἰδίως διὰ τὸ τοὺς ὑπερκειμένους νομάδας εἶναι, τρεφομένους κρέασιν ἄλλοις τε καὶ ἱππείοις, ἱππείῳ δὲ καὶ τυρῷ καὶ γάλακτι καὶ ὀξυγάλακτιτοῦτο δὲ καὶ ὄψημά ἐστιν αὐτοῖς κατασκευασθέν πως): διόπερ ποιητὴς ἅπαντας εἴρηκε τοὺς ταύτῃ γαλακτοφάγους. οἱ μὲν οὖν νομάδες πολεμισταὶ μᾶλλόν εἰσιν λῃστρικοί, πολεμοῦσι δὲ ὑπὲρ τῶν φόρων. ἐπιτρέψαντες γὰρ ἔχειν τὴν γῆν τοῖς ἐθέλουσι γεωργεῖν ἀντὶ ταύτης ἀγαπῶσι φόρους λαμβάνοντες τοὺς [p. 428] συντεταγμένους μετρίους τινάς, οὐκ εἰς περιουσίαν ἀλλ᾽ εἰς τὰ ἐφήμερα καὶ τὰ ἀναγκαῖα τοῦ βίου: μὴ διδόντων δὲ αὐτοῖς πολεμοῦσιν. οὕτω δὲ καὶ δικαίους ἅμα καὶ ἀβίους ποιητὴς εἴρηκε τοὺς αὐτοὺς τούτους ἄνδρας, ἐπεὶ τῶν γε φόρων ἀπευτακτουμένων οὐδ᾽ ἂν καθίσταντο εἰς πόλεμον. οὐκ ἀπευτακτοῦσι δ᾽ οἱ δυνάμει πεποιθότες, ὥστε ἀμύνασθαι ῥᾳδίως ἐπιόντας κωλῦσαι τὴν ἔφοδον: καθάπερ Ἄσανδρον ποιῆσαί φησιν Ὑψικράτης, ἀποτειχίσαντα τὸν ἰσθμὸν τῆς χερρονήσου τὸν πρὸς τῇ Μαιώτιδι τριακοσίων ὄντα καὶ ἑξήκοντα σταδίων, ἐπιστήσαντα πύργους, καθ᾽ ἕκαστον στάδιον ἕνα. οἱ δὲ γεωργοὶ ταύτῃ μὲν ἡμερώτεροί τε ἅμα καὶ πολιτικώτεροι νομίζονται εἶναι, χρηματισταὶ δ᾽ ὄντες καὶ θαλάττης ἁπτόμενοι λῃστηρίων οὐκ ἀπέχονται, οὐδὲ τῶν τοιούτων ἀδικιῶν καὶ πλεονεξιῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: