previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[14]

ἐπεὶ δ᾽ ποιητὴς εἰς πολλὰ καὶ γνώριμα μέρη διελὼν διὰ τὸ ὀνομάζειν τούς τε ἡγεμόνας καὶ τὰς ὑπ᾽ αὐτοῖς πόλεις τὸν σύμπαντα τῆς Θετταλίας κύκλον [p. 614] διέταξεν, ἡμεῖς ἀκολουθοῦντες τούτῳ πάλιν ὥσπερ ἐν τοῖς ἐπάνω προσεκπληρώσομεν τὴν λοιπὴν περιοδείαν τῆς χώρας. καταλέγει τοίνυν ἐφεξῆς τοῖς ὑπ᾽ Ἀχιλλεῖ τοὺς ὑπὸ Πρωτεσιλάῳ: οὗτοι δ᾽ εἰσὶν οἱ καὶ ἐφεξῆς ὄντες τῇ ὑπὸ τῷ Ἀχιλλεῖ παραλίᾳ μέχρι Ἀντρῶνος. ὁριζομένη τοίνυν τῆς ἐφεξῆς ἐστὶν ὑπὸ τῷ Πρωτεσιλάῳ, ἔξω μὲν οὖσα τοῦ Μαλιακοῦ κόλπου, ἔτι δ᾽ ἐντὸς τῆς Φθιώτιδος, οὐ μὴν τῆς ὑπὸ τῷ Ἀχιλλεῖ. μὲν οὖν Φυλάκη ἐγγὺς Θηβῶν ἐστι τῶν Φθιωτίδων, αἵπερ εἰσὶ καὶ αὐταὶ ὑπὸ τῷ Πρωτεσιλάῳ: καὶ Ἅλος δὲ καὶ Λάρισα Κρεμαστὴ καὶ τὸ Δημήτριον ὑπ᾽ ἐκείνῳ, πᾶσαι πρὸς ἕω τῆς Ὄθρυος. τὸ δὲ Δημήτριον Δήμητρος εἴρηκε τέμενος καὶ ἐκάλεσε Πύρασον. ἦν δὲ πόλις εὐλίμενος Πύρασος ἐν δυσὶ σταδίοις, ἔχουσα Δήμητρος ἄλσος καὶ ἱερὸν ἅγιον, διέχουσα Θηβῶν σταδίους εἴκοσι: ὑπέρκεινται δὲ Πυράσου μὲν αἱ Θῆβαι. τῶν Θηβῶν δὲ ἐν τῇ μεσογαίᾳ τὸ Κρόκιον πεδίον πρὸς τῷ καταλήγοντι τῆς Ὄθρυος, δι᾽ οὗ Ἄμφρυσος ῥεῖ. τούτου δ᾽ ὑπέρκειται Ἴτωνος, ὅπου τὸ τῆς Ἰτωνίας ἱερόν, ἀφ᾽ οὗ καὶ τὸ ἐν τῇ Βοιωτίᾳ, καὶ Κουάριος ποταμός: εἴρηται δὲ περὶ τούτου καὶ τῆς Ἄρνης ἐν τοῖς Βοιωτιακοῖς. ταῦτα δ᾽ ἐστὶ τῆς Θετταλιώτιδος μιᾶς τῶν τεττάρων μερίδων τῆς συμπάσης Θετταλίας, ἧς καὶ τὰ ὑπ᾽ Εὐρυπύλῳ καὶ Φύλλος, ὅπου Ἀπόλλωνος τοῦ Φυλλίου ἱερόν, καὶ Ἴχναι, ὅπου Θέμις Ἰχναία τιμᾶται. καὶ Κίερος δ᾽ εἰς αὐτὴν συντελεῖ καὶ τἆλλα μέχρι τῆς Ἀθαμανίας. κατὰ δὲ τὸν Ἀντρῶνα ἕρμα ὕφαλον ἐν τῷ πρὸς Εὐβοίᾳ ἐστὶ πόρῳ καλούμενον ὄνος Ἀντρῶνος. εἶτα Πτελεὸν καὶ Ἅλος: εἶτα τὸ τῆς Δήμητρος ἱερὸν καὶ Πύρασος κατεσκαμμένος, ὑπὲρ αὐτὸν δὲ αἱ Θῆβαι: εἶτα ἄκρα Πύρρα καὶ [p. 615] δύο νησία πλησίον, ὧν τὸ μὲν Πύρρα τὸ δὲ Δευκαλίων καλεῖται: ἐνταῦθα δὲ καὶ Φθιῶτίς πως τελευτᾷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: